[ ] Thrace — Byzantion (Istanbul) — Hasköy — 2nd c. AD? — Dethier-Mordtmann, Epigraphik (1864) 64, XLIII — GVI 1479
above relief.1 Θεόδωρος Δομιτίου, φύσι
δὲ Ἐπικράτους #⁵⁶ γραμμα-
τικός #⁵⁶            ζήσας
ἔτη #⁵⁶               λϛʹ #⁵⁶
below relief.5 καὶ σὺ <π>άρος Μούσῃσιν ἐνιπρέψας, Θεόδωρε,
τὴν κοινὴν πάντων ἦλθες ἀταρπ{ιτ}ὸν {²⁶ἀταρπὸν}²⁶ ἔπι·
πάτρη σοι γένεος Βειθύνιον, ἐν δ’ ἄρ Ἀθήναις
γραμματικῆς τέχνης οὔνομ’ ἔδεξο μέγα·
Βύζαν<τ>ος δὲ πόλει κλέος ἤραο, καί σε θανόντα
10 μήτηρ ὡς λαγόσιν θήκατο δεξαμένη.
Λούκου<λλ>ος φιλίας τάδε σοι μνημήϊ’ ἔγραψεν,
σῆς γλυκερῆς ψυχῆς κέντρον ἄπαυσ<τ>ον
                             ἔχων.
Search Help
Contact Us