[ ]
Thrace — Byzantion (Istanbul) — Hasköy — 2nd c. AD? — Dethier-Mordtmann, Epigraphik (1864) 64, XLIII — GVI 1479
| above relief.1 | Θεόδωρος Δομιτίου, φύσι |
| δὲ Ἐπικράτους #⁵⁶ γραμμα- | |
| τικός #⁵⁶ ζήσας | |
| ἔτη #⁵⁶ λϛʹ #⁵⁶ | |
| below relief.5 | καὶ σὺ <π>άρος Μούσῃσιν ἐνιπρέψας, Θεόδωρε, |
| τὴν κοινὴν πάντων ἦλθες ἀταρπ{ιτ}ὸν {²⁶ἀταρπὸν}²⁶ ἔπι· | |
| πάτρη σοι γένεος Βειθύνιον, ἐν δ’ ἄρ Ἀθήναις | |
| γραμματικῆς τέχνης οὔνομ’ ἔδεξο μέγα· | |
| Βύζαν<τ>ος δὲ πόλει κλέος ἤραο, καί σε θανόντα | |
| 10 | μήτηρ ὡς λαγόσιν θήκατο δεξαμένη. |
| Λούκου<λλ>ος φιλίας τάδε σοι μνημήϊ’ ἔγραψεν, | |
| σῆς γλυκερῆς ψυχῆς κέντρον ἄπαυσ<τ>ον | |
| ἔχων. |