[ ] Thrace — Byzantion (Istanbul) — [found at Seleukeia (Kilikia)] — 175-171 BC — Reisen in Kilikien (1896) 108, 186/187, ll. 34-64 — Syll.³ 645
34 [Βυ]ζαντίων. ἔδοξ[ε] τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπ[ει]δὴ τοὶ
35  πρεσβευταὶ τοὶ ἀποσταλέντες π[οτὶ] τὸ[ν βασιλῆ]
 Ἀντίοχον ἐπελθόντες ἐ̣πὶ τὰν βουλὰν [ἔφα]ν Εὔδαμον
 Νίκωνος Σελ[ε]υκῆ̣ διατρίβ̣οντα παρὰ [τῶι] β[α]σιλεῖ Ἀν-
 τιόχωι κοινᾶι τε ποτὶ τὸν δᾶμον [οἰκείως ἔχειν καὶ]
 ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν πολιτῶν χρείας
40  παρέχεσθαι καὶ εἰς τὸν λοιπὸν χ̣ρόνον ἐ̣παγγ[έλ]-
 λεσθαι ἐπιμέλειαν ποιήσασθα̣ι̣ τ̣ᾶ̣[ς π]όλιος, δ[εδό]-
 χθαι τῶι δήμωι, ἐπαινέσαι μὲν ἐπ̣[ὶ τού]τ̣οις Εὔδ[αμον]
 καὶ εἶμεν αὐτὸν πρόξενον τᾶς πόλιος· δε[δόσ]-
[θ]αι δὲ αὐτῶι καὶ ἐκγόνοις καὶ εἴσπ[λουν κ]α̣ὶ ἔ̣[κπλουν]
45  κα̣ὶ πολέμου καὶ εἰράνας {ας} ἀσυλεὶ [κ]αὶ ἀ[σπονδεὶ]
 καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμ[ον πράτωι]
 μετὰ τὰ ἱερ̣ά̣· τοὺς δὲ πεντεκαίδ̣εκ̣[α καὶ τοὺς συνα]-
[γόρο]υς τᾶς βουλᾶς ἀναθέμ̣[ε]ν [αὐτοῦ τὸν τελαμῶ]να
[εἰς τὸ][ερὸν] τ[οῦ Ἀ]πόλλ[ων]ο[ς].
50 [Βυ]ζαντίω̣ν̣. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ[πει]-
 δὴ Φάεινος ἐπελθὼν ἐπὶ τὰν βουλὰν ἔφη Εὔδαμ̣[ον]
 Νίκωνος Σελευκῆ πρότερόν τε διατελεῖν οἰκείως ἔχ̣[ον]-
 τα ποτὶ τὸν δᾶμον καὶ χρείας παρέχεσθαι τᾶι τε πόλει
 κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν πολιτᾶν,
55  καθάπερ αὐτὸν {ι} διαμαρτυροῦντι ταὶ πρεσβεῖαι ταὶ
 ἀποσταλεῖσαι πρὸς τὸν βασιλῆ καὶ εἰς τὸν λοιπὸν
 χρόνον ἐπαγγέλλεσθαι πρόθυμον ἑαυτὸν παρέ-
 ξειν εἰς τὰ τᾶς πόλιος συμφέροντα, δεδόχθαι τῶι δ̣[ά]-
 μωι, ἐπαινέσαι μὲν ἐπὶ τούτοις Εὔδαμον καὶ εἶμεν αὐ-
60  τὸν πολίταν κὰτ τὸν νόμον· ἐξεῖμεν δ’ αὐτῶι καὶ ποτ̣[ι]-
 γράψασθαι ποτὶ τὰν ἑκατοστὺν ἅγ κε θέληι· τοὺς δ̣ὲ̣
 πεντεκαίδεκα καὶ τοὺς συναγόρους τᾶς βουλᾶ̣[ς]
 ἀναθέμεν αὐτοῦ̣ τ[ὸ]ν τελαμῶνα εἰς τὸ ἱερὸν τ̣[οῦ]
 Ἀπόλλωνος.
Search Help
Contact Us