[ ]
Thrace — Byzantion (Istanbul) — [found at Seleukeia (Kilikia)] — 175-171 BC — Reisen in Kilikien (1896) 108, 186/187, ll. 34-64 — Syll.³ 645
| 34 | [Βυ]ζαντίων. ἔδοξ[ε] τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπ[ει]δὴ τοὶ |
| 35 | πρεσβευταὶ τοὶ ἀποσταλέντες π[οτὶ] τὸ[ν βασιλῆ] |
| Ἀντίοχον ἐπελθόντες ἐ̣πὶ τὰν βουλὰν [ἔφα]ν Εὔδαμον | |
| Νίκωνος Σελ[ε]υκῆ̣ διατρίβ̣οντα παρὰ [τῶι] β[α]σιλεῖ Ἀν- | |
| τιόχωι κοινᾶι τε ποτὶ τὸν δᾶμον [οἰκείως ἔχειν καὶ] | |
| ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν πολιτῶν χρείας | |
| 40 | παρέχεσθαι καὶ εἰς τὸν λοιπὸν χ̣ρόνον ἐ̣παγγ[έλ]- |
| λεσθαι ἐπιμέλειαν ποιήσασθα̣ι̣ τ̣ᾶ̣[ς π]όλιος, δ[εδό]- | |
| χθαι τῶι δήμωι, ἐπαινέσαι μὲν ἐπ̣[ὶ τού]τ̣οις Εὔδ[αμον] | |
| καὶ εἶμεν αὐτὸν πρόξενον τᾶς πόλιος· δε[δόσ]- | |
| [θ]αι δὲ αὐτῶι καὶ ἐκγόνοις καὶ εἴσπ[λουν κ]α̣ὶ ἔ̣[κπλουν] | |
| 45 | κα̣ὶ πολέμου καὶ εἰράνας {ας} ἀσυλεὶ [κ]αὶ ἀ[σπονδεὶ] |
| καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμ[ον πράτωι] | |
| μετὰ τὰ ἱερ̣ά̣· τοὺς δὲ πεντεκαίδ̣εκ̣[α καὶ τοὺς συνα]- | |
| [γόρο]υς τᾶς βουλᾶς ἀναθέμ̣[ε]ν [αὐτοῦ τὸν τελαμῶ]να | |
| [εἰς τὸ] ἱ[ερὸν] τ[οῦ Ἀ]πόλλ[ων]ο[ς]. | |
| 50 | [Βυ]ζαντίω̣ν̣. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ[πει]- |
| δὴ Φάεινος ἐπελθὼν ἐπὶ τὰν βουλὰν ἔφη Εὔδαμ̣[ον] | |
| Νίκωνος Σελευκῆ πρότερόν τε διατελεῖν οἰκείως ἔχ̣[ον]- | |
| τα ποτὶ τὸν δᾶμον καὶ χρείας παρέχεσθαι τᾶι τε πόλει | |
| κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν πολιτᾶν, | |
| 55 | καθάπερ αὐτὸν {ι} διαμαρτυροῦντι ταὶ πρεσβεῖαι ταὶ |
| ἀποσταλεῖσαι πρὸς τὸν βασιλῆ καὶ εἰς τὸν λοιπὸν | |
| χρόνον ἐπαγγέλλεσθαι πρόθυμον ἑαυτὸν παρέ- | |
| ξειν εἰς τὰ τᾶς πόλιος συμφέροντα, δεδόχθαι τῶι δ̣[ά]- | |
| μωι, ἐπαινέσαι μὲν ἐπὶ τούτοις Εὔδαμον καὶ εἶμεν αὐ- | |
| 60 | τὸν πολίταν κὰτ τὸν νόμον· ἐξεῖμεν δ’ αὐτῶι καὶ ποτ̣[ι]- |
| γράψασθαι ποτὶ τὰν ἑκατοστὺν ἅγ κε θέληι· τοὺς δ̣ὲ̣ | |
| πεντεκαίδεκα καὶ τοὺς συναγόρους τᾶς βουλᾶ̣[ς] | |
| ἀναθέμεν αὐτοῦ̣ τ[ὸ]ν τελαμῶνα εἰς τὸ ἱερὸν τ̣[οῦ] | |
| Ἀπόλλωνος. |