[ ]
Nicopolis ad Nestum (Garmen) — 3rd c. AD — SEG 28.581
1 | δέρκεο σῆμα, φέριστε, καὶ εἴρεο |
τίς κάμε τοῦτο. ❦ / Ἑρμογένης | |
ποθέων με, χαριζόμενος δ’ ἕο | |
παιδὶ ❦ / Θέκληι εὐπλοκάμ<ῳ> | |
5 | γ’ ἣν ἥρπασε Μοῖρα κραταιὴ / |
πρὶν γάμον εἰσιδέειν, πρὶν ἀνέρι | |
λέκτρα συνάψαι, ❦ / πρὶν ψυχὴν | |
παθέειν τι, ἀκήρατος ἐς θεὸν | |
ἦλθεν. {²vas(?)}² / εἰ δὲ θέλεις καὶ ἐμεῖο | |
10 | καὶ υἱέος οὔνομ’ ἀκοῦσαι, / |
κλῦθι, φίλος· τέκε̣[ο]ς Δημοσθίνεος {²⁶Δημοσθένεος}²⁶ | |
λάσιον κῆρ, ❦ / αὐτὰρ ἐγὼ Ματρῶνα, | |
πόλις δέ μοι ἔ̣π̣λετο Νίκη, / | |
κεῖμαι δ’ ἐνθ̣[άδ’] ἔγωγε σὺν υἱέϊ παιδὶ | |
15 | τέ̣τ̣[αρτ]ος. |