[ ]
Dionysopolis (Balchik) — bef. 19 AD — SEG 37.607 (excerpt) — SEG 47.1120
1 | ἀγαθῇ τύχηι. |
ἱερωμένης Λητοῦς, μη- | |
νὸς Ταυρεῶνος εἰκάδι δευ- | |
τέρᾳ, οἱ ἀποσταλέντες ὁριοθέ- | |
5 | ται ὑπὸ βασιλέως Κοτυος· Φίλιπ̣- |
πος Ἀριστείδου Ἀδραμυτηνός, | |
Μόσχος Διντα Βιζυηνός, Σαδα- | |
λας Μοκαπορεως ὁ καταστάμε- | |
νος στρατηγὸς ἐν Αρσηῳ, καὶ ἀπὸ | |
10 | τῶν δήμων· ἐξ Ὀδησοῦ {²⁶Ὀδησσοῦ}²⁶· Μένανδρος |
Προμαθίωνος, Λεόκριτος Ἱππαγόρου, | |
ἐγ δὲ Καλλάτειδος· Ἡράκλειτος Μονί- | |
[μο]υ̣, Γεροντίδας Σείμου, οἵτινες μαθόν- | |
[τες ἐ]κ τῶν ἀρχαίων γραμμάτων καὶ ἐλ- | |
15 | [θόντ]ες ἐπὶ τὰ ὅρια ὁριοθετήσαμεν ἀπὸ |
[τῶν Π]ευκῶν τὴν φέρουσαν ἐπὶ τὴν νέαν πό- | |
[λιν] Α̣ὐτοπτιστὰς καὶ ἀπὸ τῶν Αὐτοπτιστῶν | |
[τὴν φέρ]ουσαν ἐπὶ Σκηρηζιν καὶ ἀπὸ Σκηρη- | |
[ζεως ἁ]μαξήλατον τὴν φέρουσαν ἐπὶ τὸν τά- | |
20 | [φον τοῦ] σκοπεύοντος τὴν χώραν καὶ ἀπὸ τοῦ |
[τάφου] τὴν φέρουσαν ἁμαξήλατον ἐπὶ Καρ- | |
[βατε]ιδα καὶ ἀπὸ Καρβατειδος τὴν φέρουσαν̣ | |
[ἐπὶ τ]ὰ ἀρχαῖα ὅρια Καλλατιανῶν καὶ Διονυ- | |
[σοπ]ολειτῶν καὶ ἀπὸ τῶν ὁρίων τούτων | |
25 | [τ]ὴ̣ν̣ φέρουσαν ἔξω Ἄκρας ἐπὶ τὸ Νυμφαῖ- |
ον, ταῦτα κρείνομεν μαθόντες ἐκ τῶν | |
ἀρχαίων γραμμάτων εἶναι Διονυσο- | |
πολειτῶν καὶ δημοσίων {ων} τῶν ἠγο- | |
ρ̣α̣κότων τὸν Πόντον, τὸ δὲ Ἀφροδεί- | |
30 | σ̣ιον συνεχώρησαν χρήσει Διο- |
νυσοπολεῖται βασιλεῖ Κοτυι εἰσς | |
τὸ Πονπῖον. |