[ ]
Philippopolis (Plovdiv) — cf. IGBulg V 5452
1 | πεντηκοστὸν <ἔ>τος ζήσας μάκαρ ἐνθ̣ά̣δ̣[ε κεῖται] |
ἤπιος, ἡδὺς ἰδεῖν, σεμνός, ἅ<π>ασι φίλος, | |
φυλῆς Εὐμόλποιο <λ>αχὼν γέρας, ἡδύς, ἀμεμφής, | |
εἱρεὺς τειμηθεὶς εἰκόσιν ἀθανάταις· | |
5 | ἀστονόμος δ’ ἐπὶ τοῖσι γενηθεὶς μητροπόληος |
ἁγνῶς καὶ καθαρῶς ἦρξε γεραιρόμ̣ε̣νος· | |
τὴν δὲ σορὸν τ<α>ύτην ἔτι ζῶν Ἰουλιανὸς ἑ̣α̣υ̣τ̣ῷ̣ | |
ἐξ ἰδίων καμάτων ἄφθιτον ἠγλάϊσ̣ε̣ν̣. |