1 | Θεοῖς Καταχθονίοις. |
χαῖρε, Δρακόντι πα∙ῖ∙· γῆ σοι | |
κοῦφος διὰ παντός· / | |
πέντε τὰς ∙ἱ∙ερὰς κεφαλὰς | |
5 | κατὰ γαῖα κάλυψε, / |
Δρακόντιν Νουνέχιν τε | |
καὶ Πάκουρον τοὺς φιλαδέλφους / | |
Ἑρμιόνην τε καὶ Μαματαν | |
κασιγνήτοισιν ἅμ’ αὐτοῖς· / | |
10 | θάψε Σαβινιανός τε πατὴρ |
Κορινθίη δέ τε μήτηρ. / | |
στήλη πενθαλέη αἰώνιον | |
μνῆμα βροτοῖσι· / | |
εἰ μὲν ἐνὶ ζωοῖσι πόθος | |
15 | πέλει, ἔστι κ’ ἐν Ἅδῃ· / |
ἔξοχον ἡσυχίην μείνατ’ ἔ- | |
χοντες ἐκεῖ· / | |
ἀρκεῖ γὰρ φιλέειν αὐτοὺς ἐκεῖ, | |
τοὺς δ’ ἐνθάδε μεισεῖν· / | |
20 | λείψατ’ ἔτι ζωῖν μεισουμ̣[έ]- |
νους πατράσι. |
IGBulg II
741