[ ]
Nicopolis ad Istrum (Nikyup) — 198 AD
| 1 | Αὐτοκράτωρ Καῖσαρ θεοῦ Μάρκου |
| Ἀντωνείνου Εὐσεβοῦς Γερμανικοῦ Σαρ- | |
| ματικοῦ υἱός, θεοῦ Κομμόδου ἀδελφός, | |
| θεοῦ Ἀντωνείνου Εὐσεβοῦς υἱωνός, θεοῦ | |
| 5 | Ἁδριανοῦ <ἔκγονος>, θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ |
| θεοῦ Νέρουα <ἀ>πόγονος, Λούκιος Σεπτίμιος | |
| Σευῆρος Εὐσεβὴς Περτίναξ Σεβαστὸς Ἀραβι- | |
| κὸς Ἀδιαβηνικὸς Παρθικὸς μέγιστος ἀρχιε- | |
| ρεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ϛʹ, | |
| 10 | αὐτοκράτωρ τὸ ια, ὕπατος τὸ βʹ, πατὴρ πατρί- |
| δος, ἀνθύπατος, καὶ Αὐτοκράτωρ Καῖσαρ Λου- | |
| κίου Σεπτιμίου Σευήρου Εὐσεβοῦς Περτίνα[κος] | |
| Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγί- | |
| στου υἱός, θεοῦ Μάρκου Ἀντωνείνου Εὐσεβ(οῦς) Σ[εβ](αστοῦ) Γερ- | |
| 15 | μανικοῦ Σαρματικοῦ υἱωνός, θεοῦ Ἀντωνείνου Ε[ὐ]- |
| σεβοῦς ἔκγονος {ἀπόγονος ἀνθύπατος}, θε- | |
| οῦ Ἁδριανοῦ καὶ θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θε- | |
| οῦ Νέρουα <ἀπόγονος> Μᾶρκος Αὐρήλιος Ἀντωνεῖνος Σεβαστός, | |
| δημαρχικῆς ἐξουσίας, <ἀνθύπατος>, Νεικοπολειτῶν τῶν πρὸς | |
| 20 | Ἴστρῳ τοῖς ἄρχουσιν καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαί- |
| ρ[ει]ν· φανερωτάτην προθυμίαν ὑμῶν εἴδομεν δι- | |
| ὰ τοῦ ψηφίσματος· ὡς γὰρ εὖνοι καὶ εὐσεβεῖς [ἄν]- | |
| δρες καὶ τὴν ἀμείνω σπουδάζοντες ὑμεῖν ὑπάρ- | |
| χειν παρ’ ἡμεῖν κρίσιν οὕτως ἐδηλώσατε τοῖς | |
| 25 | παροῦσιν συνησθέντες καὶ δημοσίαν ἀγα- |
| γόντες ἑορτὴν ἐπὶ τοῖς τῶν ἡμετέρων ἀγαθῶν [εὐ]- | |
| ανγέλμασι εἰρήνης τε πανδήμου πᾶσιν | |
| ἀνθρώποις ὑπαρχούσης τῇ τῶν ἀεὶ θρασυν[ο]- | |
| μένων περὶ τὴν ἀρχὴν βαρβάρων ἥττῃ καὶ ἡμῶν ἐ[ν] | |
| 30 | δικαίαι κοινωνίαι συνεζευγμένων, Καίσαρα |
| ἐχόντων οἰκεῖον καὶ γνήσιον. διὸ τὸ ψήφι- | |
| σμα μετὰ τῆς προσεκούσης περὶ ὑμᾶς τειμῆς | |
| ἀνέγνωμεν καὶ τὴν συντέλειαν τῶν χρημάτων | |
| τὰς ἑβδομήκοντα μυριάδας ὡς παρὰ ἀν- | |
| 35 | δρῶν εὔνων προσηκά[μ]εθα. τὸ ψήφισμα ἔ- |
| πεμψεν Ὀουίνιος Τέρτυλλος ὁ κράτιστος φί- | |
| λος ἡμῶν καὶ πρεσβευτής. εὐτυχῶς. |