[ ]
Nicopolis ad Istrum (Nikyup) — 198 AD
1 | Αὐτοκράτωρ Καῖσαρ θεοῦ Μάρκου |
Ἀντωνείνου Εὐσεβοῦς Γερμανικοῦ Σαρ- | |
ματικοῦ υἱός, θεοῦ Κομμόδου ἀδελφός, | |
θεοῦ Ἀντωνείνου Εὐσεβοῦς υἱωνός, θεοῦ | |
5 | Ἁδριανοῦ <ἔκγονος>, θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ |
θεοῦ Νέρουα <ἀ>πόγονος, Λούκιος Σεπτίμιος | |
Σευῆρος Εὐσεβὴς Περτίναξ Σεβαστὸς Ἀραβι- | |
κὸς Ἀδιαβηνικὸς Παρθικὸς μέγιστος ἀρχιε- | |
ρεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ϛʹ, | |
10 | αὐτοκράτωρ τὸ ια, ὕπατος τὸ βʹ, πατὴρ πατρί- |
δος, ἀνθύπατος, καὶ Αὐτοκράτωρ Καῖσαρ Λου- | |
κίου Σεπτιμίου Σευήρου Εὐσεβοῦς Περτίνα[κος] | |
Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγί- | |
στου υἱός, θεοῦ Μάρκου Ἀντωνείνου Εὐσεβ(οῦς) Σ[εβ](αστοῦ) Γερ- | |
15 | μανικοῦ Σαρματικοῦ υἱωνός, θεοῦ Ἀντωνείνου Ε[ὐ]- |
σεβοῦς ἔκγονος {ἀπόγονος ἀνθύπατος}, θε- | |
οῦ Ἁδριανοῦ καὶ θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θε- | |
οῦ Νέρουα <ἀπόγονος> Μᾶρκος Αὐρήλιος Ἀντωνεῖνος Σεβαστός, | |
δημαρχικῆς ἐξουσίας, <ἀνθύπατος>, Νεικοπολειτῶν τῶν πρὸς | |
20 | Ἴστρῳ τοῖς ἄρχουσιν καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαί- |
ρ[ει]ν· φανερωτάτην προθυμίαν ὑμῶν εἴδομεν δι- | |
ὰ τοῦ ψηφίσματος· ὡς γὰρ εὖνοι καὶ εὐσεβεῖς [ἄν]- | |
δρες καὶ τὴν ἀμείνω σπουδάζοντες ὑμεῖν ὑπάρ- | |
χειν παρ’ ἡμεῖν κρίσιν οὕτως ἐδηλώσατε τοῖς | |
25 | παροῦσιν συνησθέντες καὶ δημοσίαν ἀγα- |
γόντες ἑορτὴν ἐπὶ τοῖς τῶν ἡμετέρων ἀγαθῶν [εὐ]- | |
ανγέλμασι εἰρήνης τε πανδήμου πᾶσιν | |
ἀνθρώποις ὑπαρχούσης τῇ τῶν ἀεὶ θρασυν[ο]- | |
μένων περὶ τὴν ἀρχὴν βαρβάρων ἥττῃ καὶ ἡμῶν ἐ[ν] | |
30 | δικαίαι κοινωνίαι συνεζευγμένων, Καίσαρα |
ἐχόντων οἰκεῖον καὶ γνήσιον. διὸ τὸ ψήφι- | |
σμα μετὰ τῆς προσεκούσης περὶ ὑμᾶς τειμῆς | |
ἀνέγνωμεν καὶ τὴν συντέλειαν τῶν χρημάτων | |
τὰς ἑβδομήκοντα μυριάδας ὡς παρὰ ἀν- | |
35 | δρῶν εὔνων προσηκά[μ]εθα. τὸ ψήφισμα ἔ- |
πεμψεν Ὀουίνιος Τέρτυλλος ὁ κράτιστος φί- | |
λος ἡμῶν καὶ πρεσβευτής. εὐτυχῶς. |