[ ] Apollonia (Sozopol) — 2nd/1st c. BC (bef. 72 BC)
1 ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν̣
Ἀπολλωνιατῶν· Ἑκαταῖος Ζωπᾶ
εἶπεν· ἐπειδὴ Αἰσχρίων Ποσειδίπ-
που ἀνὴρ ἀγαθὸς καὶ ἔντειμος
5 ἀρετῇ καὶ δόξῃ κεκοσμημένος
εὐυπάντητος δημοσίᾳ τε
καὶ ἰδίᾳ ἑαυτόν τε ἀποδεικνύ-
μενος τοῖς ἐντυνχάνουσι
εὔχρηστον καὶ σύμφορον τῇ
10 τε πόλει μήτε κόπου φεισάμε-
νος μήτε δαπάνης, ἀλλὰ ποι-
 ῶν τὰ ἄριστα καὶ πράσσων
τῆς τε ἑαυτοῦ καλοκαιαγαθί-
ας λαμβάνων καρπούς, γυμνα-
15 σιαρχ̣ήσας δὲ τελείως καὶ ἀ-
[μέμπτως καὶ] ἐπανγελλόμενος
[ἀεί τινος ἀγαθ]ο̣ῦ παραίτι<ο>[ς]
[γίγνεσθαι· δεδόχθαι τῇ βουλῇ]
[καὶ τῷ δήμῳ — — — — — — —]
20 [— — — — — — — — — — — — —]
Search Help
Contact Us