[ ]
Apollonia (Sozopol) — [found at Istros] — ca. 200-150 BC — IScM I 64 — cf. IGBulg V 5137
1 | [ἔδ]οξε τῆι βουλῆι̣ κ̣αὶ τῶι δήμωι· τῶν συνέδρω[ν] |
[γ]νώμη· ἐπειδὴ σ̣υ̣μβέβηκεν τήν τε πέραν [χώ]- | |
ρ̣αν <— —> Μεσημβριαν̣ῶν πόλεμον ἀνεπάγγελτον | |
ἡ̣μῖν ἐξενεγκά̣ν̣των καὶ πολλὰ καὶ μεγάλα ἀσε- | |
5 | [β]ησάντων εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ εἰς |
τοὺς ἐσχάτους κινδύνους ἀγαγόντων τὴν πόλιν̣, | |
Ἰστριανοὶ συνγενεῖς καὶ φίλοι καὶ εὔνοοι ὑπάρχον- | |
τες τοῦ δήμου ἐξαπέστειλαν πλοῖά τε μακρ[ὰ] | |
καὶ στρατιώτας τοὺς βοηθήσοντας ἡμῖν, τά- | |
10 | ξαντες ἐπὶ τούτων ναύαρχον αὐτοκράτορα Ἡ̣- |
γησαγόραν Μονίμου, ἄνδρα καλὸν καὶ ἀγαθόν, ὃς πα- | |
ραγενόμενος τήν τε πόλιν καὶ τὴν χώραν καὶ τοὺς | |
λιμένας μεθ’ ἡμῶν τε καὶ τῶν συνμάχων διεφύ- | |
λαξεν, τό τε φρούριον τὸ ἐν Ἀγχιάλωι ἀπηλλο- | |
15 | τριώμενον καὶ κατεχόμενον ὑπὸ τῶν πολεμί- |
ων, διὸ συνέβαινεν τήν τε πόλιν καὶ τὰς προσό- | |
δους μεγάλα βλάπτεσθαι, ἐκπολιορκήσας με̣- | |
θ’ ἡμῶν τε καὶ τῶν ἄλλων συμμάχων κατέρειψε | |
εἰς̣ ἔδαφος, ἔν τε τῶι ἐπίπλω<ι> τῶι ἐπ’ Ἀγχίαλον τῶν | |
20 | ἐναντίων ἐπιθεμένων τῶι στόλωι διακινδυνεύσα[ς] |
πρὸς πλείονας τῶν τε πολεμίων ἐκράτησεν καὶ πλοῖ- | |
ον αὔτανδρον ἔλαβε μεθ’ ἡμῶν τε καὶ τῶν ἄλλων | |
συμμάχων, ὁμοί̣ω̣ς δὲ καὶ ἐν ταῖς ἀποβάσεσιν παραβολώ- | |
τερον ἑαυτὸν διδοὺς εἰς τοὺς ἀγῶνας καὶ ἐν τοῖς | |
25 | λοιποῖς ἅπασιν φιλοκινδύνως ἀγωνιζόμενος ἐπὶ |
προτερημάτων διὰ παντὸς ἐγείνετο καὶ τοὺς στρα- | |
τιώτας ἑαυτοῦ προθύμους καὶ χρησίμους ἐν τῶ[ι] | |
πολέμωι διὰ παντὸς παρείχετο· ὅπως οὖν ὁ δῆμος ε[ὐ]- | |
χ̣αριστῶν φαίνηται καὶ τειμῶν τοὺς ἀγαθοὺς τῶν ἀν̣- | |
30 | δρῶν· τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- |
μωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις τὸν δῆμον τὸν Ἰστρι- | |
ανῶν φίλον ὄντα καὶ συγγενῆ καὶ σύμμαχον καὶ ἐ- | |
πὶ τῶι πένψαι ναύαρχον Ἡγησαγόραν Μονίμου καὶ ἀπο- | |
καταστῆσαι τὰς ἐψηφισμένας Ἰστριανοῖς τιμάς, στε̣- | |
35 | φανῶσαι δὲ καὶ Ἡγησαγόραν Μονίμου χρυσῶι στεφάνω[ι] |
ἐν τοῖς Διονυσίοις καὶ εἰκόνι χαλκῆι ἐν ὅπλοις ἐπ’ ἐμ- | |
[β]όλου καὶ ἀναθεῖναι τὴν εἰκόνα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ- | |
λωνος τοῦ Ἰατροῦ καὶ γράψαι τὸ ψήφισμα εἰς τὴν βά- | |
σ̣ιν ἀ̣να̣γγεῖλαι δὲ τὰς τειμὰς καὶ ἐν Ἴστρωι ἐν τοῖς συν̣- | |
40 | [τελουμέν]οις ἀγῶσιν ἀε̣ὶ ποιουμένους τὴν ἀναγγε- |
[λίαν τοὺς — — — — — — — — — — — — — — — — — —] |