[ ] Mesambria (Nesebar) — 1st c. BC — cf. IGBulg V 5118
1 τὸ πρὶν μὲν πάτραι τε καὶ οἷς κ̣[․3-4․]οισιν {²⁷μ̣[․3-4․]οισιν}²⁷ α․․․[—]
πο[λ]λάκις ἀντιπάλους κτείνας ἐνὶ προμάχοις
ἐχθομ̣ένοις Βεσσοῖσιν ἐναντί’ ἐδάϊ’ Ἀρίστων·
δεινὰ δ’ ἐν ὑσμίναις ἔκλαγες ἀνδροφόνοις,
5 νῦν δ’ ὅκ’ ὁ δυσνίκατος ἐναντίος ἦλθέ τοι Ἄδας,
οὐ λά̣[θ]ας ἐπέχεις δῶμ’ Ἀχερουσιάδος,
ἀλλ’ ἄρ̣ι̣στα κύδανε τὸν ἀντιπάλων ὀλετῆρα
ἀνέρα καὶ στεφάνοις δᾶμος ἔρεψε νέκυν·
ἁλίκα δ’ ἐν ζωοῖς τε συνάρχοντες τῖον ἐσθλοί,
10 ταλίκα καὶ φθιμένωι τίμιά τοι τέλεσαν.
Search Help
Contact Us