[ ]
Mesambria (Nesebar) — 1st c. BC — cf. IGBulg V 5118
1 | τὸ πρὶν μὲν πάτραι τε καὶ οἷς κ̣[․3-4․]οισιν {²⁷μ̣[․3-4․]οισιν}²⁷ α․․․[—] |
πο[λ]λάκις ἀντιπάλους κτείνας ἐνὶ προμάχοις | |
ἐχθομ̣ένοις Βεσσοῖσιν ἐναντί’ ἐδάϊ’ Ἀρίστων· | |
δεινὰ δ’ ἐν ὑσμίναις ἔκλαγες ἀνδροφόνοις, | |
5 | νῦν δ’ ὅκ’ ὁ δυσνίκατος ἐναντίος ἦλθέ τοι Ἄδας, |
οὐ λά̣[θ]ας ἐπέχεις δῶμ’ Ἀχερουσιάδος, | |
ἀλλ’ ἄρ̣ι̣στα κύδανε τὸν ἀντιπάλων ὀλετῆρα | |
ἀνέρα καὶ στεφάνοις δᾶμος ἔρεψε νέκυν· | |
ἁλίκα δ’ ἐν ζωοῖς τε συνάρχοντες τῖον ἐσθλοί, | |
10 | ταλίκα καὶ φθιμένωι τίμιά τοι τέλεσαν. |