[ ]
Mesambria (Nesebar) — late? 1st c. BC — cf. IGBulg V 5092
[— — — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — —]ον καὶ τᾶι̣ ε̣[— —] |
[— — — — — — —] τε καὶ ἐπι̣μελη̣[— —] | |
[— — — — — — — — ἰκόνος] ἐνόπ̣[λου] | |
ἀνάθεσιν· δ[εδόχθα]ι̣ τῶι δά̣[μωι] | |
5 | ἐπαινῆσθαι μὲν [ἐπὶ] τούτοις Γλα̣[υ]- |
κίαν Ἀθα̣[ναίωνος ἰατρ]ὸ̣ν̣ ἄνδρα̣ ἀ- | |
γαθὸν καὶ [— — — — — γε]γονότα π[ε]- | |
ρὶ τὰν πόλιν, ἀ̣[ν]α̣[θέμεν] δὲ αὐτοῦ καὶ | |
ἔνοπλον ἰκόνα [εἰς] τὸ [ἱερ]ὸν τοῦ Ἀπόλ- | |
10 | λωνος τοῦ [— — — — ἐπιγράψ]αντας· "ὁ |
δᾶμος Γλαυκίαν Ἀθαναίωνος ἰα- | |
τρὸν ἀρετᾶς χάριν καὶ εὐνοίας τᾶς | |
εἰς ἑαυτόν", τὸ δὲ γενόμενον δαπά- | |
ναμα δόμεν τοὺς [ἄρχον]τας τοὺς πε- | |
15 | ρὶ Διόδωρ̣ο̣ν Διοσκ̣ουρίδα· ἔτι δὲ εἶ- |
μεν αὐτὸν ἀτελῆ καὶ ἀλειτούργητον | |
καὶ ἀνεπιστάθμευτον καὶ τὰ αὐτοῦ | |
πάντα· τὸ δὲ ψάφισμα τοῦτο εἰς τε- | |
λαμῶνα λευκοῦ λίθου ἀναγράψαν- | |
20 | τες {²sic}² ἀναθέμεν εἰς τὸ Ἀσκλαπιῆον. |