[ ] Mesambria (Nesebar) — 3rd c. BC — cf. IGBulg I² Addenda — cf. IGBulg V 5087
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι
δάμωι· Τυνδάριχος Καλλι-
σθένειος εἶπε· ἐπειδὴ <Γ>λ<α>υ-
κίας Ἀριστομένειος Καλ-
5 λατιανὸς διδάσκαλος δι-
ατετριφὼς ἐν τᾶι πόλει πλεί-
ονα χρόνον ἔν τε τοῖς λοι-
ποῖς εὐτάκτως ἀνεστρέφη {²⁶ἀνεστράφη}²⁶
καὶ πρόθυμον ἑαυτὸν παρεί-
10 χετο εἰς τὰν ἐπιμέλειαν
τῶμ μαθητᾶν· δεδόχθαι τᾶι
βουλᾶι καὶ τῶι δάμωι ἐπαι-
νέσαι αὐτὸν ἐπὶ τούτοις,
δεδόσθαι δὲ αὐτῶι καὶ ἐκγό-
15 νοις προξενίαν, πολιτεί-
αν, ἰσοτέλειαν πάντων χρη-
μάτων καὶ εἴσπλουν καὶ ἔκ-
πλουν εἰράνας καὶ πολέμου
ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ δί-
20 κας προδίκους καὶ ἐγγαί-
ων ἔγκτησιν καὶ ἔφοδον
ἐπὶ τὰμ βουλὰν καὶ τὸν
δᾶμον πράτοις μετὰ τὰ
ἱερά, τὸν δὲ ταμίαν ἀνα-
25 γράψαντα τὸ ψάφισμα
τοῦτο εἰς τελαμῶνα ἀ-
να<θ>έμεν εἰς τὸ ἱερὸν τοῦ
      Ἀπόλλωνος.
Search Help
Contact Us