[ ] Odessus (Varna) — cf. IGBulg V 5058
above relief.1 Διοσκουρίδης #⁵⁶ Ἡρακλείδου.
below relief.2 ἀρτίγαμος, σώφρων, νέος, ἤπιος, ὦ παροδεῖτα,
  ἐξ ἀγαθῶν γονέων, ἦθος ἄμεμπτον ἔχων
κεῖται νῦν πάτρῃ πεπο<θη>μένος· ἡ δ’ ἀπὸ παστῶν
5   χηρεύει νύμφη νυμφίον ἐν θαλάμοις.
ὦ Φθόν’, ἐπαιδέσθητι· καλοὶ θνῄσκουσι πρὸ μυρῶν
  τῶν δὲ κακῶν αἰεί. πένθος ἀποστρέφετε.
                vacat
8                          χαῖρε.
Search Help
Contact Us