[ ]
Odessus (Varna) — cf. IGBulg V 5028
upper margin.1 | ἀγαθῆι τύχηι. |
shaft.2 | Κλαύδιον ❦ |
Ἀκύλαν ❦ | |
τὸν ἀπὸ προγόνων ἀσύν- | |
5 | κριτον γενόμενον ἀγωνο- |
θέτην ∙ τῶν μεγάλων πεντα- | |
ετηρικῶν ἀγώνων καὶ ἄρξαντα | |
ἁγνῶς καὶ συνδικήσαντα πιστῶς | |
καὶ ταμίαν τῆς πόλεως γενόμε- | |
10 | νον ∙ καὶ δόντα ἑκάστῳ βουλευτῇ |
τε καὶ φιλοτείμῳ καὶ προσγρά- | |
φῳ καὶ τοῖς παρεπιδημήσασιν | |
στρατιώταις διανομῆς Ἀττι- | |
κὰς δέκα ὑπέρ τε τῆς ἀναπτώ- | |
15 | σεως δόντα εἰς τὰς τῆς βουλῆς |
χρείας Ἀττικὰς ͵ϛ καὶ εὐωχήσαντα | |
τὴν κρατίστην βουλὴν καὶ ἀποπληρώσαν- | |
τα φυλαῖς τε καὶ στέμασιν {²⁶στέμμασιν}²⁶ τὰ ἐξ ἔθους | |
βουλὴ ∙ δῆμος ∙ ἐτείμησεν. |