[ ] Odessus (Varna) — cf. IGBulg V 5028
upper margin.1 ἀγαθῆι         τύχηι.
shaft.2   Κλαύδιον  ❦
 Ἀκύλαν ❦
 τὸν ἀπὸ προγόνων ἀσύν-
5  κριτον γενόμενον ἀγωνο-
 θέτην ∙ τῶν μεγάλων πεντα-
 ετηρικῶν ἀγώνων καὶ ἄρξαντα
 ἁγνῶς καὶ συνδικήσαντα πιστῶς
 καὶ ταμίαν τῆς πόλεως γενόμε-
10  νον ∙ καὶ δόντα ἑκάστῳ βουλευτῇ
 τε καὶ φιλοτείμῳ καὶ προσγρά-
 φῳ καὶ τοῖς παρεπιδημήσασιν
 στρατιώταις διανομῆς Ἀττι-
 κὰς δέκα ὑπέρ τε τῆς ἀναπτώ-
15  σεως δόντα εἰς τὰς τῆς βουλῆς
 χρείας Ἀττικὰς ͵ϛ καὶ εὐωχήσαντα
 τὴν κρατίστην βουλὴν καὶ ἀποπληρώσαν-
 τα φυλαῖς τε καὶ στέμασιν {²⁶στέμμασιν}²⁶ τὰ ἐξ ἔθους
 βουλὴ ∙ δῆμος ∙ ἐτείμησεν.
Search Help
Contact Us