[ ]
Odessus (Varna) — 45/44-42 BC — cf. IGBulg V 5018
1 | ἔδοξε τῶι δήμωι ἐπιμηνιεύοντος |
Διογένου τοῦ Ἀντιθέου· Ζωΐλος Μη- | |
νοδώρου εἶπεν· ἐπειδὴ Μηνογένης | |
Ἀσκληπίδου Ἡραιΐτης καθεσταμέ- | |
5 | νος ὑπὸ βασιλέως Θρᾳκῶν Σαδαλου |
στρατηγὸς ἐπὶ τῆς προσχώρου ἀνὴρ καλὸς | |
κἀγαθὸς ὑπάρχων εὔνουν καὶ πρόθυμον ἑα̣- | |
τὸν παρέχεται πρὸς τὰ τῆς πόλεως ἡμῶν | |
πράγματα καὶ τοῖς ἐντυγχάνουσιν ἑατῶι τῶν πο̣- | |
10 | λιτῶν κατὰ κοινὸν ἢ κατ’ ἰδίαν χρήαν πᾶσιν συνεργῶν φιλοτί̣- |
μως καὶ συνπροσγεινόμενος ἐκτενῶς πολλὰ τῶν | |
συμφερόντων ἡμεῖν συνκατασκευάζεται, ἐφ’ | |
οἷς καὶ παρὰ τῶι βασιλεῖ μεγάλης ἀποδοχῆς ἀξιοῦ̣- | |
ται, ἐνδημῶν τε πολλάκις εἰς τὴν πόλιν τήν τ[ε] | |
15 | πρὸς ἕκαστον ὁμειλίαν φιλάνθρωπον καὶ τὴν ἀναστρ[ο]- |
φὴν εὐσχήμονα καὶ ἀξίαν τοῦ τε βασιλ- | |
έως καὶ τῆς ἡμετέρας πόλεως ποιεῖ- | |
ται, ἐπανγέλλεται δὲ καὶ εἰς τὸν λοιπ- | |
ὸν πολὺ προθυμότερον ἑατὸν παρέξα- | |
20 | σθαι πρὸς τὰ τῆς πόλεως ἡμῶν πρά- |
γματα, ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται | |
τιμῶν τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀν̣- | |
δρῶν καὶ ἐστοιχηκότας τῆι πρὸς ἑα- | |
τὸν εὐνοίᾳ· τύχῃ ἀγαθῇ δεδόχθαι | |
25 | τῶι δήμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις |
Μηνογένην Ἀσκληπίδου Ἡραΐτην | |
δεδόσθαι δὲ αὐτῶι καὶ ἐγγόνοις προ- | |
ξενίαν, πολιτήαν, προεδρίαν, ἰσοτέληα[ν] | |
καὶ ἔνκτησιν ἐνγαίων καὶ εἴσπλου[ν] | |
30 | καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης̣ |
ἀσυλεὶ καὶ ἀσπονδεί, εἶναι δὲ αὐτο- | |
ῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ | |
τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· | |
τὸν δὲ ἱροποιὸν ἀναγράψαντα | |
35 | τὸ ψήφισμα τόδε εἰς τελαμῶνα |
λευκοῦ λίθου ἀναθεῖναι εἰς τὸ | |
ἱερὸν τοῦ Ἀπόλλωνος. |