[ ]
Odessus (Varna) — 3rd/2nd c. BC — cf. IGBulg V 5016
1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι |
δήμωι· Κρατισθένης Ζωΐλου | |
εἶπεν· ἐπειδὴ Ἑρμεῖος Ἀσκληπιοδώρου | |
Ἀντιοχεὺς διατρίβων παρὰ βασιλεῖ | |
5 | Σκυθῶν Κανιται εὔνουν καὶ πρόθυμον |
ἑαυτὸν τῶι δήμωι διατελεῖ [παρεχόμενος] | |
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι | |
τῶν πολιτῶν συμπαρίσταται | |
σπουδῆς οὐθὲν ἐπιλείπων ἐν πᾶσι | |
10 | τοῖς ἀξιουμένοις· δεδόχθαι τῆι |
βουλῆι καὶ τῶι δήμωι δεδόσθαι | |
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, | |
πολιτείαν, προεδρίαν, ἀτέλειαν | |
χρημάτων πάντων, ὧν ἂν | |
15 | εἰσάγωσι καὶ ἐξάγωσι ἐπὶ κτήσει |
καὶ ἐγγείων ἔγκτησιν καὶ δίκας | |
προδίκους καὶ εἴσπλουν καὶ | |
ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης | |
ἀσυλεὶ καὶ ἀσπονδεί, εἶναι δὲ | |
20 | αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν |
βουλὴν καὶ τὸν δῆμον πρώτοις | |
μετὰ τὰ ἱερά, τὸν δὲ ἱεροποιὸν | |
ἀναγράψαι τὸ ψήφισμα τοῦτο | |
εἰς τελαμῶνα καὶ θεῖναι εἰς | |
25 | τὸ ἱερόν. |