[ ]
Odessus (Varna) — 3rd/2nd c. BC — cf. IGBulg V 5015
[— — — — — — — — — — — — — — — — — — —] | |
1 | [Ἡράκλειτον Εὐδόξου, Διονύσιον Δικαιογένους], |
[Ἀ]π̣ο̣λλώνιον Κλεάνδρο̣υ̣, ο̣ἵ̣τ̣ι̣νες παραγενόμενοι | |
τῶν δικῶν τὰς μὲν διέλυσαν, τὰς δ’ ἐδίκασαν ὀρ- | |
θῶς καὶ δικαίως καὶ τὴν λοιπὴν ἀναστροφὴν τῆς ἐπι- | |
5 | δημίας ἀξίως καὶ τῆς πόλεως τῆς ἀποστειλάσης |
καὶ ἑαυτῶν ἐποιήσαντο· δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
δήμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις Ἡράκλειτον | |
Εὐδόξου, Διονύσιον Δικαιογένους, Ἀπολλώνιον | |
Κλεάνδρου, δεδόσθαι δὲ αὐτοῖς καὶ τοῖς ἐγγόνοις αὐ- | |
10 | τῶν προξενίαμ, πολιτείαμ, προεδρίαν, ἰσοτέλειαν |
πάντων χρημάτων, ὧν ἂν εἰσάγωσιν ἢ ἐξάγωσιν | |
ἐπὶ κτήσει καὶ ἐγγείων ἔγκτησιν καὶ δίκας προδίκους̣ | |
καὶ εἴσπλουν καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρένης {²⁶εἰρήνης}²⁶ ἀσυ- | |
λεὶ καὶ ἀσπονδεί, εἶναι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴμ | |
15 | βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά, τὸ δε ἀνά- |
λωμα τὸ γινόμενον εἰς τὴν ἀναγραφὴν τῶμ προξε- | |
νιῶν τῆς τε Εὐδόξου τοῦ Ἡρακλείτου καὶ τῶν δικασ- | |
τῶν δοῦναι τοὺς οἰκονόμους Διονύσιον καὶ Σωκράτην | |
ἐξ ὧν χειρίζουσιν. |