[ ] Odessus (Varna) — 3rd/2nd c. BC — cf. IGBulg V 5015
[— — — — — — — — — — — — — — — — — — —]
1 [Ἡράκλειτον Εὐδόξου, Διονύσιον Δικαιογένους],
[Ἀ]π̣ο̣λλώνιον Κλεάνδρο̣υ̣, ο̣ἵ̣τ̣ι̣νες παραγενόμενοι
τῶν δικῶν τὰς μὲν διέλυσαν, τὰς δ’ ἐδίκασαν ὀρ-
θῶς καὶ δικαίως καὶ τὴν λοιπὴν ἀναστροφὴν τῆς ἐπι-
5 δημίας ἀξίως καὶ τῆς πόλεως τῆς ἀποστειλάσης
καὶ ἑαυτῶν ἐποιήσαντο· δεδόχθαι τῆι βουλῆι καὶ τῶι
δήμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις Ἡράκλειτον
Εὐδόξου, Διονύσιον Δικαιογένους, Ἀπολλώνιον
Κλεάνδρου, δεδόσθαι δὲ αὐτοῖς καὶ τοῖς ἐγγόνοις αὐ-
10 τῶν προξενίαμ, πολιτείαμ, προεδρίαν, ἰσοτέλειαν
πάντων χρημάτων, ὧν ἂν εἰσάγωσιν ἢ ἐξάγωσιν
ἐπὶ κτήσει καὶ ἐγγείων ἔγκτησιν καὶ δίκας προδίκους̣
καὶ εἴσπλουν καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρένης {²⁶εἰρήνης}²⁶ ἀσυ-
λεὶ καὶ ἀσπονδεί, εἶναι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴμ
15 βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά, τὸ δε ἀνά-
λωμα τὸ γινόμενον εἰς τὴν ἀναγραφὴν τῶμ προξε-
νιῶν τῆς τε Εὐδόξου τοῦ Ἡρακλείτου καὶ τῶν δικασ-
τῶν δοῦναι τοὺς οἰκονόμους Διονύσιον καὶ Σωκράτην
ἐξ ὧν χειρίζουσιν.
Search Help
Contact Us