[ ]
Dionysopolis (Balchik) — shortly after 217 AD — cf. IGBulg V 5008
[— — — — — — — — — — — — — — — — — —] | |
1 | [τὸ]ν ἀσύνκριτον ἀρχιερέα καὶ ἱε[ρέα θεῶν] |
δώδεκα καὶ γυμνασιάρχην καὶ̣ [ἐκ προγό]- | |
νων φιλότειμον καὶ ἄρξαντα τῆς πατ[ρίδος] | |
ἁγνῶς καὶ πρεσβεύσαντα παρὰ θεὸν | |
5 | Ἀντωνεῖνον εἰς τὴν βασιλίδα Ῥώμην |
καὶ ἐπ̣’ ἐπιδόσει χρημάτων ἄρξαντα τὴν πρ̣[ώ]- | |
την ἀρχὴν καὶ εὐεργέτην τῆς πόλεως δ̣[όν]- | |
τα καὶ διανομὰς τῇ κρατίστῃ βουλῇ [ἐπὶ τῇ] | |
ἀναστάσει τοῦ ἀνδριάντος Μ(ᾶρκον) Α̣[ὐρ(ήλιον)] | |
10 | Δημήτριον Διογένους βουλὴ [δῆμος Διονυ]- |
σοπολειτῶν τειμῆς χ̣[άριν]. |