[ ] Dionysopolis (Balchik) — shortly after 217 AD — cf. IGBulg V 5008
[— — — — — — — — — — — — — — — — — —]
1 [τὸ]ν ἀσύνκριτον ἀρχιερέα καὶ ἱε[ρέα θεῶν]
δώδεκα καὶ γυμνασιάρχην καὶ̣ [ἐκ προγό]-
νων φιλότειμον καὶ ἄρξαντα τῆς πατ[ρίδος]
ἁγνῶς καὶ πρεσβεύσαντα παρὰ θεὸν
5 Ἀντωνεῖνον εἰς τὴν βασιλίδα Ῥώμην
καὶ ἐπ̣’ ἐπιδόσει χρημάτων ἄρξαντα τὴν πρ̣[ώ]-
την ἀρχὴν καὶ εὐεργέτην τῆς πόλεως δ̣[όν]-
τα καὶ διανομὰς τῇ κρατίστῃ βουλῇ [ἐπὶ τῇ]
ἀναστάσει τοῦ ἀνδριάντος Μ(ᾶρκον) Α̣[ὐρ(ήλιον)]
10 Δημήτριον Διογένους βουλὴ [δῆμος Διονυ]-
σοπολειτῶν τειμῆς χ̣[άριν].
Search Help
Contact Us