[— — — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — — —]αι π̣αρ̣α̣[— — — — — — — — — — —] |
[— — — — — — — — —] τὸν ἀνέλαβε̣[— — — — — — — — — —] | |
[— — — — — — — — —]ος Θεόδωρον̣ καὶ Ἐπ̣ι[— — — — — —] | |
[— — — — — — — — —]σ̣αν τοῖς ἰδίοις δαπανήμασι[ν — — —] | |
5 | [— — — — — — — —]ατων συναποδ[η]μῶν ἀπή[ρ]ατ[ο — — —] |
[— — — — — — — εἰ]ς̣ Αργεδαυ̣ον πρὸς τὸν πατέρα α[ὐτοῦ(?)] | |
[— — — — — παραγε]νόμενος δὲ καὶ συντυχὼν ἅμα̣ [— — —] | |
[— — — — — — — —]ν τὴν ἀπ’ αὐτοῦ κατεκτήσατο τῆ[ς δὲ] | |
[— — — — — — ἀπέ]λυσεν τὸν δῆμον, ἱερεύς τε γενόμεν̣[ος] | |
10 | [—(?) τοῦ Θεοῦ Μεγ]άλου τάς τε πομπὰς καὶ τὰς θυσίας̣ [ἐ]- |
[πετέλεσε λαμπρ]ῶς καὶ τοῖς πολίταις μετέδωκεν̣ τ̣[ῶν] | |
[κρεῶν, τῷ τε Σαρ]άπει λαχὼν ἱερεὺς ὁμοίως τοῖς δαπ[ανή]- | |
[μασιν ἀνεστράφ]η καλῶς καὶ φιλαγάθως, τοῦ τε ἐπωνύ̣[μου] | |
[τῆς πόλεως Διον]ύσου οὐκ ἔχοντος ἱερῆ ἀφ’ ἑτῶν πληόν̣[ων] | |
15 | [παρακληθεὶς ὑ]π̣ὸ τῶν πολιτῶν ἐπέδωκεν ἑαυτὸν κ[αὶ κα]- |
[τὰ τὴν Γαίου] Ἀντωνίου παραχειμασίαν ἀναλαβ[ὼν] | |
[τὸν στέφανο]ν τοῦ θεοῦ τάς τε πομπὰς καὶ θυσίας [ἐπε]- | |
[τέλεσε καλ]ῶ̣ς καὶ μεγαλομερῶς καὶ τοῖς πολίταις μ̣[ε]- | |
[τέδωκε κρε]ῶν ἀφθόνως, θεῶν τε τ[ῶ]ν ἐν Σαμοθρᾴκ[ῃ] | |
20 | [στέφα]νον ἀνειληφὼς διὰ βίου τάς τε πομπὰς κ̣[αὶ] |
[τὰς θυσία]ς̣ ἐπιτελεῖ ὑπέρ τε τῶν μυστῶν καὶ τῆς π[ό]- | |
[λεως, νεωστ]εί τε τοῦ βασιλέως Βυρεβιστα πρώτου καὶ μ̣[ε]- | |
[γίστου γεγ]ονότος τῶν ἐπὶ Θρᾴκης βασιλέων καὶ πᾶσα̣[ν] | |
[τὴν πέρ]αν τοῦ ποταμοῦ καὶ τὴν ἐπὶ τάδε κατεισχη- | |
25 | [κότος γ]ε̣νόμενος καὶ πρὸς τοῦτον ἐν τῇ πρώτῃ καὶ με- |
[γίστῃ φ]ι̣λίᾳ τὰ βέλτιστα κατεργάζεται τῇ πατρίδι λέ̣- | |
[γων κα]ὶ συνβουλεύων τὰ κράτιστα καὶ τὴν εὔνοιαν τοῦ β̣[α]- | |
[σιλέ]ω̣ς πρὸς τὴν τῆς πόλεως σωτηρ̣[ί]αν προσπαραμ̣[υ]- | |
[θού]μενος ἔν τε τοῖς λοιποῖς ἅπασιν ἀφειδῶς ἑαυτὸν̣ | |
30 | [ἐν]διδοὺς καὶ τὰς τῆς πόλεως πρεσβήας καὶ κινδύνους ἐπ[ι]- |
δ̣εχόμενος [ἀ]ό̣κνως πρὸς τὸ πάντως τι κατεργάζεσθα̣[ι] | |
τῇ πατρίδι συμφέρον, πρός τε Γναῖον Πομπήϊον Γναίου υ[ἱ]- | |
ὸν αὐτοκράτορα Ῥωμαῖον ἀποσταλεὶς ὑπὸ βασιλέως Βυραβε[ι]- | |
[σ]τα πρεσβε̣υ̣τὴς καὶ συντυχὼν αὐτῷ τῆ̣ς Μακεδονίας ἐν το[ῖς] | |
35 | περ[ὶ Ἡρ]ά̣κληαν τὴν ἐπὶ τοῦ Λύκου οὐ μόνον τοὺς ὑπὲρ τοῦ βα[σι]- |
λέως χρηματισμοὺς διέθετο τὴν εὔνο[ι]αν τὴν Ῥωμαίων πα[ρ]- | |
αγόμενος τῷ βασιλεῖ, ἀ<λ>λὰ καὶ περὶ τῆς πατρίδος τοὺς καλλίστου[ς] | |
διέθετο χρηματισμούς, καθόλου δὲ κατὰ πᾶσ<α>ν περίστασιν κ[αι]- | |
[ρ]ῶν ψυχῇ καὶ σώματι παραβαλλόμενος καὶ δαπάναις χρώμ[ε]- | |
40 | νος ταῖς ἐκ τοῦ βίου, τινὰ δὲ καὶ τῶν πολιτικῶν χορηγίων σωματ[ο]- |
ποιῶν παρ’ ἑαυτοῦ τὴν μεγίστην ἐνδείκνυτα[ι] σπουδὴν εἰς τὴν ὑ- | |
πὲρ τῆς πατρίδος σωτηρίαν· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται τιμῶν | |
τοὺς καλο[ὺς] καὶ ἀγαθοὺς ἄνδρας καὶ ἑαυτὸν εὐεργετοῦντας, δε[δό]- | |
[χθ]α̣[ι τῇ] βουλῇ καὶ τῷ δήμῳ ἐπῃνῆσθαι μὲν ἐπὶ τούτοις Ἀκορνίων[α] | |
45 | Διο̣ν̣[υ]σ̣ίου κα̣ὶ στεφανωθῆναι αὐτὸν ἐν τοῖς Διονυσίοις χρυσ̣[ῷ] |
στεφάνῳ καὶ εἰκόνι χαλκῇ, στεφανοῦσθσι δὲ αὐτὸν καὶ εἰς τὸν λ̣[οι]- | |
[π]ὸν χρ[όν]ον καθ’ ἕκαστον ἔτος ἐν τοῖς Διονυσίοις χρυσῷ στε[φά]- | |
[ν]ῳ, δε[δό]σθαι δὲ αὐτῷ καὶ εἰς ἀνάστασιν ἀνδριάντος τό- | |
πον τὸν ἐπιφανέστατον τῆς ἀγορᾶς. |
IGBulg I²
13