[ ]
Haemimontus — Mesambria (Nesebar) — 1428 AD — Byzbulg 5 (1978) 305-310
1 | ☩ τύμβ(ος) ἐνθά(δε), φεῦ δυνοῦ {²⁶δεινοῦ}²⁶ μυστηρίου. | νῦν |
συμφορ(ᾶς) ἄπαυστος ἠγέρθη κλύδων. | νῦν καὶ | |
[σελ]ήνη καὶ χορὸς τῶν ἀ(στέρ)ων | ἀντ’ ἀκτίνων | |
πέμ(ψ)α̣τε κρουνοὺς δακρύων. | ἡ γὰρ Θεοδώρα τοὔ- | |
5 | νομα (καὶ) τῷ τρόπῳ, | οἴμοι, πρὸ καιροῦ ἐτρυγήθ(η) |
[ῥι]ζ̣ώθεν. | τῶν δένδρον οἷον ἐξέκοψ(ας), | |
[ὦ] Μόρε. | ἀλλ’ ὦ ποιητὰ̣ γ(ῆς), θαλλάσσ(ης) {²⁶θαλάσσης}²⁶ καὶ πάντ(ων), | | |
ἀ̣νάπαυσον̣ αὐτ(ὴν) ἐν σκινε͂ς {²⁶σκηναῖς}²⁶ τῶν ἁγί(ων), | ὅτ(ι) σὺ πρέπ(ει) δόξ(α) ε̣ἰ̣ς̣ τ̣οὺς̣ α̣ἰ̣ῶν̣(α̣ς̣)· | | |
ἐκοιμήθ(η) δὲ ἡ τοῦ θ(εο)ῦ Θεοδώρ(α) | ἐν μη(νὶ) Νοε(μ̣β̣ρίῳ̣) ιηʹ, (ἰνδικτιῶνος) ϛʹ, τοῦ ͵ϛϡλζʹ ἔτους. ☩ |