[ ]
Thracia — Diocletianopolis (Hisarya) — 5th/6th c. AD
1 | ☩ θεοῦ δῶρον προσεκομήσθη |
τὰς ἐντολὰς τοῦ θεοῦ τηρήσας | |
Θεόδωρος τῆς λαμπρᾶς μνήμης | |
καὶ πρὸς θεὸν μέλλομ ἀναλύειν | |
5 | ἐπιποθήσας τε τὸ ἀείδιον οἰκητήριο(ν) |
ἐν τῷ σεβασμίῳ τούτῳ οἴκῳ τοῦ ἁγίου | |
ἐνδόξου προτομάρτυρος Στεφάνου | |
τὴν κατάπαυσιν ἐνθάδε ηὕρατο | |
μηνὴ Ὀκτωβρίῳ τρίτῃ, ἰνδ(ικτιῶνι) ἑβδόμῃ, | |
10 | προαποστίλας καθαρὸν θυμίαμα |
τὸν ἑαυτοῦ γνήσιον υἱὸν Ἰωάννην | |
πρωτήκτωρα, ὥστις ἐν τῷ | |
προπυλέῳ τούτο τὴν κατά- | |
παυσιν ἔχει. ❦ |