[ ]
Thracia — Diocletianopolis (Hisarya) — 5th/6th c. AD
| 1 | ☩ θεοῦ δῶρον προσεκομήσθη |
| τὰς ἐντολὰς τοῦ θεοῦ τηρήσας | |
| Θεόδωρος τῆς λαμπρᾶς μνήμης | |
| καὶ πρὸς θεὸν μέλλομ ἀναλύειν | |
| 5 | ἐπιποθήσας τε τὸ ἀείδιον οἰκητήριο(ν) |
| ἐν τῷ σεβασμίῳ τούτῳ οἴκῳ τοῦ ἁγίου | |
| ἐνδόξου προτομάρτυρος Στεφάνου | |
| τὴν κατάπαυσιν ἐνθάδε ηὕρατο | |
| μηνὴ Ὀκτωβρίῳ τρίτῃ, ἰνδ(ικτιῶνι) ἑβδόμῃ, | |
| 10 | προαποστίλας καθαρὸν θυμίαμα |
| τὸν ἑαυτοῦ γνήσιον υἱὸν Ἰωάννην | |
| πρωτήκτωρα, ὥστις ἐν τῷ | |
| προπυλέῳ τούτο τὴν κατά- | |
| παυσιν ἔχει. ❦ |