[ ] Dacia Med. — Pautalia (Kyustendil) — 4th c. AD
1 σταυρὸς ἐγὼ [θ]εό[τε]υκτός εἰ̣[μι σωτῆρος. Ἰησοῦ]
χεῖρα δέμω τανύ[σ]ας μερόπ[ων σωτήριον οἶκον],
ἀθανάτου βούλησιν ἐς οὐρά[νιον τέλος ὀρθῶν]
εἰ δόμον ἡμέτερον ποθέ[εις ἐσδῦναι, ὁδεῖται],
5 οὐδοῦ ἐπεμ<βε>βαὼς μυθήσα[σθαί μοι ἀπάρχου]·
"σταῦρε μάκαρ, ποθέω σε· σὺ γὰ[ρ παραμύθιον ἄθλοις]·
ἐν σοὶ γὰρ Χριστοῦ δέμας ἄφθ[ιτον ἐγκεκρέμαστο],
[ὃ]ς παῖς ὢν λόγος ἀθανάτου βρο[τέοισιν ἐφάνθη]".
ἴσιθι πιστεύων ὁμοούσ[ιον εἶναι Ἰησοῦν]
10 κυδαλίμης τριάδος κτίσεώ[ς τ’ ἄκτιστον ἑταῖρον].
εἰ δ’ ἕτερα φρονέεις, ἐκ[τὸ]ς προθ[ύρων σέ μένειν δεῖ]
  εὐχωλῆς ἕνεκα ἠδ’ ἀλλοίαις ἐπ’ ἀμοιβαῖς [Δαρ]δανὶς Ῥοδο[κλέους καθιέρωσεν].
Search Help