[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 9th c. AD (10th c.?, Feissel) — Dumont-Homolle (1892) 396, 74z(6) — cf. BE (2000) 818 (date)
    ☩           ☩
1 ὁ τερπνὸς οὗτ(ος) ὡς σορ(ὸς) κρύ-
       πτει λίθος
τῆς θαυματουργοῦ μάρτυρ(ος)
       Γλυκερίας
5 θείαν κάραν βρύουσαν ὄμβρ(ον)
       θαυμάτων.
ἐξ ὧν ῥῶσις κάμνουσιν πολ-
       λὴ πηγάζει.
πιστῶς προσέρχου πᾶς τις
10        ἁγνῇ καρδίᾳ
καὶ θᾶττον εὕροις τοῦ ποθου-
       μένου λύσιν.
ὡς γὰρ κρήνη τις βλύζουσα
       ζωῆς ῥεῖθρα,
15 οὕτω(ς) πρόκειται πᾶσιν αὐτῆς
       ἡ χάρις.
Search Help
Contact Us