[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 4th c. AD (after 313) — Dumont-Homolle (1892) 395, 74z(3)
1 ἓξ ἐνθάδε κεῖνται παῖδες·
πρωτότοκος Λούκις· δισσῷ
κλήρῳ Θεόδοτος· παρθένος̣
ἡ Δόμνα κλῆρον τρίτον ἐξε-
5 τέλεσσεν· τετράδι Λουκια-
νῇ πέμπτη Ζώη συνοδεύ-
ει· ἕκτη Θεοδούλη μετέπι-
τα τέθειται, πένθ’ ἑτέων οὖσα καὶ
δέκα πρὸς τοῖς, παρθένος· ἑβδο-
10 μάτη δὲ τεκοῦσα σπεῦσεν ἰδεῖν
παῖδας, οὓς αὐτὴ προέπεμψεν·
οἷς πᾶσιν ποίησεν λατόμιν ἐνθά-
δε Λούκις τέκνοις ἰδίοισι καὶ αὐ-
τῷ σὺν Ἀσκληπιοδότῃ ἀλόχῳ.
15 Χρειστιανοὶ δὲ πάντες ἔνε-
         σμεν.
Search Help
Contact Us