[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 1st/2nd c. AD — CIG 3019 — GVI 970 — IK Ephesos 6.2101
1 ὀκτωκαιδεκάτου με καταρχόμενον λυκάβαντος
ἄρτι τε ῥητορικῆς ἔργα διδασκόμενον
Λέσβωι ἐν εὐδένδρωι βαρυαλγὴς νοῦσος ἐδάμνα
καὶ ο<ὐ>κέτι ἐς εἱμερτὴν γαῖαν ἔβην Ἐφέσου·
5 πα<τ>ροκασίγνητος δὲ καμὼν μάλα πολλά, το<κ>εῦσιν
πένθος ἐπ’ ὠκυάλου νηὸς ἔδωκε φ<έ>ρ<ει>ν.
ναίω δ’ ἡρώων ἱερὸν δόμον, οὐκ Ἀχέροντος·
τοῖον γὰρ βιότου τέρμα σοφοῖσιν ἔνι.
Search Help
Contact Us