[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 4th c. AD — BCH 36 (1912) 630, 84
   Α ☧ Ω
1 Αὐρήλιος Δόμνος οἰκοδόμ|ος
Ζωτικοῦ Ἡρακλεώτης
ζῶν καὶ φρονῶν κατεσ-
κεύασα ἐμαυτῷ τὸ λα-
5 τόμιον καὶ τῇ γλυκυτά-
τῃ μου γυνηκὶ Ἀσκληπι-
οδότῃ καὶ τοῖς κληρονό-
μοις μου. εἰ δέ τις ἕτερον
καταθαῖ, δώσι τοῖς κλη-
10 ρονόμοις μου προστίμου
ἀργύρου λίτρας τέσαρας.
  χήρετε παροδῖτε.
Search Help
Contact Us