[ ]
Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — after 212 AD — BCH 13 (1889) 316, 26
1 | Αὐρ(ήλιος) Νεικηφόρος Με- |
νεστράτας, πολείτης φυ- | |
λῆς πένπτης Βορείδος, <κ>α- | |
τεσκεύασα τὸ λατόμιν | |
5 | ἐμαυτῷ καὶ τῇ γλυκυτά- |
τῃ μου γυναικὶ Αὐρ(ηλίᾳ) Χρυσεῖ | |
καὶ τοῖς τέκνοις μου· | |
εἰ δέ τις ἕτερον τολμήσει | |
καταθέσθαι, δώσει τοῖς κλη- | |
10 | ρονόμοις μου καὶ τῇ πόλει |
𐆖 ͵βφʹ. | |
ἔρρωσο, παροδῖτα. |