[ ]
Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — after 212 AD — JÖAI 1 (1898) Bbl., 109, 4
1 | Αὐρ(ήλιος) #⁵⁶ Ἐρασεῖνος Ἐρασείνου Περίνθιος |
φυλῆς τετάρτης Εὐανθίδος ζῶν καὶ φρο- | |
νῶν κατεσκεύασα τὸ ὑπόρυκτον ἐμαυ- | |
τῷ καὶ τῇ γλυκυτάτῃ μου συνβίῳ Κλαυδίᾳ Τι- | |
5 | βερίᾳ Σωστράτᾳ Σωστράτου. ἐξὸν δέ μοι |
ἔστω ζῶντι καταθέσται ὃν ἂν βούλομαι· | |
μετὰ δὲ τὴν τελευτήν μου μηδενὶ ἐξὸν εἶ- | |
ναι ἕτερόν τινα ἐξωτικὸν τεθῆναι, ἐπεὶ | |
δώσει τῇ πόλει 𐆖 ͵βʹ καὶ τοῖς κληρονό- | |
10 | μοις μου #⁵⁶ 𐆖 ͵βʹ #⁵⁶ χαῖρε #⁵⁶ παροδεῖτα. |