[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — after 212 AD — Taşlıklıoğlu, Trakya'da epigrafya araştırmaları I (1961) 14, 1
1 Αὐρή(λιος) Κόσμος Σοφοκλέους Περίνθιος φυλῆς πρώ̣[της]
ζῶν καὶ φρονῶν κατεσκεύασα τὸ μ<ν>ημεῖον ἑαυτῷ καὶ [τῇ συν]-
βίῳ μου Αὐρη(λίᾳ) Εὐτυχίᾳ Κόσμου· εἴ τις ἂν δὲ ἕτερον πτῶμα
ἐπισβάλῃ, δώσει προστείμου τῇ Περινθίων πόλει 𐆖 ͵βφʹ.
Search Help
Contact Us