[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 2nd c. AD
1 Ἀρτεμίδωρος Νεικοστράτου ὁ καὶ
Κυρήνιος ἔθηκα τὴν σορὸν τοῖς
ἐμαυτοῦ τέκνοις Ναρκίσσῳ τε καὶ
Παύλᾳ, ὡς μηδένα ἕτερον εἰς αὐ-
5 τὴν βληθ<ῆ>ναι. εἰ δέ τις τολμήσει βα-
λεῖν, δώσει εἰς τὸν φίσκον 𐆖 ͵βφ ∙ καὶ
εἰς τὴν πόλιν τὴν Περινθίων 𐆖 ͵βφ.
          χαῖρε.
Search Help
Contact Us