[ ] Thr. Chersonesos — Kallipolis (Gelibolu) — undated — CIG 2012 (ll. 34-36) — Dumont-Homolle (1892) 428,100b
1         ὁ δῆμος κατὰ χρησμὸν
 Ἀρφείης υἱῆϊ τετειμ<έ>νον ἱερὸ[ν ἄστυ]
 ἀρχαίων ἵδρυμα [— — — — — — — — — — —]
 τίπτε πέρας πό[ντου νυ ἐμὴν φάτιν ἐξερέεσθε],
5  εἰ χαῖνον πελάσε[ιεν ἄχος — — — — — — — —]
 τί μ’ ὑπὸ σπλάνχν[οις — — — — — — — — — —]
 στόματος [— — — — — — — — — — — — — —]
βαιὴ δ[․․․]ΝΑ[— — — — — — — — — — — —]
βάρυται κραδίη τ[— — — — — — — — — — —]
10 φεῦ, φεῦ δι’ αὐτῶν ν[— — — — — — — — — —]
ἄχους ἐφορ̣μαίνοντ[ο]ς α̣<λ>[— — — — — —]
βρότοις ἔπεισι πῆμ̣[α ․․․․․․․]ΕΙΣ[․․․․]Σ
πέμπειν Δ[․․․․․․․․]ΠΕΤΑΙΛΕΓΟ[․․․․]ΜΗ
φονῶσαι [․․․․]Υ[․․․․․] τὰ μὲν κείνου νόος
15 ἔ̣ρ<δ>οι Τ̣ΑΔΑ[․․․․]ΟΙΟ[․] ἔνκειται πέδῳ
[․․․․․․․․]χ̣ε̣ι̣ν̣ γυμνασθε[— — — — —]
[․․․․․․․․․․․]Ε[․․․]Σ σευήσομαι
[․․․․․․․․․․․․․․] κ̣ατευχῆς εἰ δέος
ὡ̣ς ἐς μύχο<υ>ς κευθμῶνος̣ ἀίξ̣ωσι ἄφαρ,
20 ὅπη τὸ [Τ]αρτάρειον εἴδεται βάθρον.
ἀλλ’ ὦ κραταιόχειρες οἰκηταὶ πέδου,
εἰ δή νύ περ μ<έ>δεσθε ἄχο̣υ̣ς λε̣ύσειν ὑπεξ̣άλυξ̣ιν,
ἔρδειν ὑπουδαίοις θεοῖς, εὖ̣ [ἴ]σθ’ ἕκ̣αστα, λοιβάς,
καὶ τῷ μὲν Εὐχαίτῃ ταμεῖν κνηκόν, θεῇ δὲ μῆλον,
25 κελαινὰ δ’ ἄμφω, ῥεζ[έ]με[ν]· βόθρους δ’ ἐπὴν ἐσέλθῃ
αἷμα μέλαν, τότε δὴ̣ ’π̣ιχύτην {²⁶ἐπιχύτην}²⁶ καταχεῦσαι ὕπερθεν
σὺν ἁθροῖσι ἄκεσσι· τὰ δ’ αὐτίκα δαινύσθω φλὸξ
εἶθαρ σὺν θυέεσσι καὶ εὐόδμοις λιβάνοισι,
καὶ δέ νυ πυρκαϊὴν χρὴ ἀφη[δύ]ν̣αι αἴθοπι οἴνῳ
30 καὶ πολιῷ γλάγεϊ, στῆσαι δέ νυ κ[α]ὶ προ[π]ύλα̣ιον
τοξοφόρον Φοῖβον, λοιμοῦ ὑποσευαντῆρα·
εἰ δ̣’ [․․]έρη Δ̣ΙΣΤΩ στ̣<υ>[γε]ρὴ πελάσειεν ἀνείη
μήδ[ε]σ<ι>ν ἀ<ν>δροελ<έσ>σιν, ἐ<λ>εύσεται εἰσέτι ποινή.
      ἐπιμεληθέντων τῶν ἀρχόντων
35       καὶ ταμιῶν Τ(ίτου) Φλαβίου Διογεν̣ιανοῦ
      καὶ Τι(βερίου) Κλαυδίου Σεβήρου.
Search Help
Contact Us