[ ] Thr. Chersonesos — Sestos (Akbaş): Yalova — 133-120 BC — Dumont-Homolle (1892) 451,111c(7) — OGIS 339
1 [ἐπὶ ἱ]ε̣ρ[έ]ως Γλαυκίου̣ [το]ῦ Κιλλαίου, μηνὸς Ὑπ[ερβερεταίου — — — ἔδοξε τῆι]
[βο]υλῆι καὶ τ̣ῶι δήμωι, Μένανδρος Ἀπολλᾶ εἶπεν̣· ἐ[πειδὴ Μηνᾶς Μένητος] ὑπ̣[άρχει ἐκ τῆς]
[π]ρώτης ἡλικίας κάλλιστον ἡγησάμενος εἶναι τὸ [τῆι πατρ]ίδι χρήσι[μο]ν ἑα[υτὸν]
[π]αρέχεσθαι, οὔτε δαπάνης καὶ χορηγίας οὐδεμιᾶς φειδόμενος, οὔτε κακοπαθία[ν]
5 [κ]αὶ κίνδυνον ἐκκλίνων οὔτε τὴν ἀπαντωμένην καταφθορὰν τῶν ἰδίων τοῖς ὑπὲρ
τῆς πόλεως πρεσβεύουσιν ὑπολογιζόμενος, πάντα δὲ ταῦθ’ ἡγούμενος δεύτερα καὶ
πρὸ πλείστου θέμενος τὸ πρὸς τὴν πατρίδα γνήσιον καὶ ἐκτενές, βουλόμενός τε τῶι
μὲν δήμωι διὰ τῆς ἰδίας σπουδῆς ἀεί τι τῶν χρησίμων κατασκευάζειν, ἑαυτῶι δὲ
καὶ τοῖς ἐξ ἑαυτοῦ διὰ τῆς ἀπαντωμένης ἐκ τοῦ πλήθους εὐχαριστίας δόξαν ἀίμνησ-
10 τον περιποεῖν, v πολλὰς μὲν πρεσβείας ἐπιτελ̣έ̣σ̣α̣ς̣ [π]ρ̣ὸ̣ς̣ τοὺς βασιλεῖς, ἐν αἷς πάντα
τὰ συνφέροντα κατηργάσατο μετὰ τῶν συμπρεσβευτῶν τῶι δήμωι, τάς τ’ ἐνχειρι[σ]-
θείσας ἑαυτῶι πίστεις ὁσίως διεφύλαξεν, πραγματευθεὶς δὲ καὶ παρὰ Στράτωνι τῶ[ι]
σ̣τρατηγῶι τῆς Χερρονήσου καὶ τῶν κατὰ τὴν Θράικην τόπων καὶ τῆς καλλίστης̣
ὑ̣ποδοχῆς ἀξιούμενος παρ’ αὐτῶι διὰ τὴν ἐν τοῖς πιστευομένοις καθαρειότητα ἐ-
15 κεῖνόν τε παρείστατο χρήσιμον γείνεσθαι τῆι πόλει, αὐτός τε πᾶσι τοῖς πολίταις
ἐκτενῶς προσηνέχθη, τῶν τε βασιλέων εἰς θεοὺς μεταστάντων καὶ τῆς π̣όλεω[ς]
[ἐ]ν ἐπικινδύνωι καιρῶι γενομένης διά τε τὸν ἀπὸ τῶν γειτνιώντων Θρᾳκῶν φόβον̣
καὶ τῶν ἄλλων τῶν ἐκ τῆς αἰφνιδίου περιστάσεως ἐπιστάντων χαλεπῶν, Μηνᾶ[ς]
καὶ λέγων καὶ πράσσων διετέλει τὰ ἄριστα καὶ κάλλιστα, διδοὺς ἀπροφασίστως ἑ-
20 αυτὸν εἰς πάντα τὰ συνφέροντα τῆι πόλει, τάς τε πρεσβείας ἀνεδέχετο προθύ-
μως πρός τε τοὺς στρατηγοὺς τοὺς ἀποστελλομένους ὑπὸ Ῥωμαίων εἰς τὴν Ἀ̣-
σίαν καὶ τοὺς πεμπομένους πρεσβευτάς, ἐν αἷς ἐν οὐδενὶ καθυστέρησεν ὁ δῆ-
μ̣ος, ἀλλὰ πάντα κατῳκονομήσατο διὰ τῆς τῶν πρεσβευόντων κακοπαθίας,
πρὸς οὕς τε ἐπρέσβευσεν δήμους ἐν καιροῖς ἀναγκαίοις τὰ λυσιτελῆ τῆι πατρίδι με-
25 τ̣ὰ τῶν συνπρεσβευτῶν κατεσκεύασεν· vv ἔν τε ταῖς πολεμικαῖς περιστάσε-
σιν ἀνὴρ ἀγαθὸς ὢν διατετέλεκεν περὶ τὸν δῆμον· vv ἱερεύς τε ἀποδειχθεὶς το[ῦ]
βασιλέως Ἀττάλου ἀξίως ἀνεστράφη τοῦ δήμου, πᾶσαν ὑπομείνας φιλαγάθω[ς]
τὴν ἐν τοῖς δαπανωμένοις χορηγίαν, ἐπιστραφεὶς οὐ μόνον τῶν πολιτῶν [καὶ]
τ̣ῶν ἄλλων τῶν κατοικούντων τὴν πόλιν, ἀλλὰ καὶ τῶν παρεπιδημούντω[ν]
30 ξένων, περιτιθεὶς τὴν ἐκ τῶν ξένων εὐφημίαν τῆι πατρίδι· vvv γυμνασί-
αρχός τε αἱρεθεὶς τῆς τε εὐταξίας τῶν ἐφήβων καὶ τῶν νέων προενοήθη̣,
τῆς τε ἄλλης εὐσχημοσύνης τῆς κατὰ τὸ γυμνάσιον ἀντελάβετο καλῶς κα̣[ὶ]
φ̣ιλοτίμως, vvv κατεσκεύασεν δὲ τόν τε λουτρῶνα καὶ τὸν ἐφ̣[ε]-
ξῆς οἶκον, ἀνέθηκεν δὲ καὶ ἄγαλμα λευκοῦ λίθου, τά τε ἐλλείποντα καὶ ὄντα ἀ-
35 ναγκαῖα προσκατεσκεύασεν· v ἔν τε τοῖς γενεθλίοις τοῦ βασιλέως καθ’ ἕκαστον
μ̣ῆνα θυσιάζων ὑπὲρ τοῦ δήμου, διαδρομὰς ἐτίθει τοῖς τε ἐφήβοις καὶ τοῖς
νέοις, συνετέλει δὲ καὶ ἀκοντισμοὺς καὶ τοξείας, ἐτίθει δὲ καὶ ἐπαλείμ-
ματα διὰ τῆς ἑαυτοῦ φιλοδοξίας, προτρεπόμενος εἰς ἄσκησιν καὶ φιλο̣-
πονίαν τοὺς νέους, ἀνθ’ ὧν ὁ δήμος, ἀποδεχόμενος αὐτοῦ τὸ φιλόσπουδον καὶ̣
40 ἐκτενές, συνεχώρησεν μὲν αὐτῶι τὰς ἐπιγραφάς, ἠξίωσεν δὲ ἐπαίνου διὰ
τῶν ψηφισμάτων, οἵ τε ἔφηβοι καὶ οἱ νέοι ἐστεφάνωσαν αὐτόν τε καὶ τὸν
ἐ̣φήβαρχον, ὧν ἀποδεξάμενος τὴν τιμὴν τῆς δαπάνης αὐτοὺς παρέλυσεν, τὰς
δὲ τῶν ὅπλων ἀναθέσεις ἐκ τῶν ἰδίων ἐποιήσατο· v τοῦ τε δήμου προελομέ̣-
ν̣ου νομίσματι χαλκίνῳ χρῆσθαι ἰδίωι χάριν τοῦ νομειτεύεσθαι μὲν τὸν τῆς π[ό]-
45 [λ]εως χαρακτῆρα, τὸ δὲ λυσιτελὲς τὸ περιγεινόμενον ἐκ τῆς τοιαύτης προσόδου̣
λαμβάνειν τὸν δῆμον, καὶ προχειρισαμένου τοὺς τὴν πίστιν εὐσεβῶς τε καὶ
δ̣ικαίως τηρήσοντας, vv Μηνᾶς αἱρεθεὶς μετὰ τοῦ συναποδειχθέντος τὴν κα-
θ̣ήκουσαν εἰσηνέγκατο ἐπιμέλειαν, ἐξ ὧν ὁ δῆμος διὰ τὴν τῶν ἀνδρῶν δι-
κ̣αιοσύνην τε καὶ φιλοτιμίαν χρῆται τῶι ἰδίωι νομίσματι, ἔν τε ταῖς ἄλλαις ἀ[ρ]-
50 χαῖς καὶ λειτουργίαις, εἰς ἃς ὁ δῆμος αὐτὸν προκεχείρισται, ἴσον ἑαυτὸν καὶ δί-
καιον παρείσχηται, βουλόμενος στοιχεῖν τοῖς ὑφ’ ἑαυτοῦ πρασσομένοις καὶ κα-
τ̣ὰ μηθὲν ἐνλείπειν τῆι πρὸς τὸ πλῆθος εὐνοίαι, φυλάσσειν δὲ ὀρθῶς καὶ δι-
καίως τὰς ἐνχειριζομένας αὐτῶι πίστεις· vvv τό τε δεύτερον παρακλη-
θεὶς γυμνασιαρχῆσαι ὑπέμεινεν ἐν καιροῖς δυσκόλοις, τεθλειμμένων ἡμ[ῶν]
55 ἐ̣ξ ἐτῶν πλειόνων διά τε τὰς Θραικίους ἐπιδρομὰς καὶ τοὺς περιστάντας τὴν
πόλιν πολέμους, ἐν οἷς ἀπήχθη μὲν τὰ ἀπὸ τῶν ἀγρῶν πάντα, ἄσπορος δὲ ἡ πλε[ίσ]-
τη χώρα ἐγένετο· αἵ τ’ ἐπιγενόμεναι κατὰ τὸ συνεχὲς ἀφορίαι τοῦ σίτου εἰς ἀπορί-
αν κατὰ κοινόν τε τὸν δῆμον ἤγαγον, καθ’ ἰδίαν τε ἕκαστον τῶν πολιτῶν· v ἔν[θα]
κ̣αὶ Μηνᾶς ἐν πολλοῖς τεθλειμμένος, πάντα δὲ ταῦτα παραιτησάμενος τῶι θεω-
60 [ρ]εῖν τὸν δῆμον εὐχάριστον ὄντα καὶ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας ἐπιστάμενον
[ὑ]περέθετο ἑαυτὸν ταῖς τε δαπάναις καὶ τῆι λοιπῆι φιλοδοξίαι· εἰσελθὼν γὰρ εἰς
τ̣ὴν ἀρχὴν τῆι νουμηνίαι, συνετέλεσεν μὲν θυσίας τῶι τε Ἑρμεῖ καὶ τῶι Ἡρακλε̣[ῖ]
τ̣οῖς καθιδρυμένοις ἐν τῶι γυμνασίωι θεοῖς, ὑπὲρ τῆς τοῦ δήμου καὶ τῆς τῶν νέων σωτη-
ρίας, ἐπετέλεσεν δὲ καὶ διαδρομὰς καὶ θέσεις ἀκοντισμοῦ καὶ τοξείας, τῆι δ̣ὲ ἐχομ[έ]-
65 νηι καλλιερήσας ἐκάλεσεν ἐπὶ τὰ ἱερὰ οὐ μόνον τοὺς μετέχοντας τοῦ ἀλείμματος,
ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας, ποιούμενος τὴν μετάδοσιν τῶν ἱερῶν καὶ τοῖς ξέ-
νοις· v καθ’ ἕκαστόν τε μῆνα ἐπιτελῶν τὰς πρεπούσας θυσίας ὑπὲρ τῶν νέων τοῖς
π̣ροεστηκόσιν τοῦ γυμνασίου θεοῖς φιλαγάθως καὶ μεγαλομερῶς ἐχρῆτο, τιθεὶς ἀ-
κ̣οντισμούς τε καὶ τοξείας καὶ διαδρομὰς ἐπιτελῶν, μεταδιδοὺς μὲν τοῖς νέοις τῶν
70 κ̣αλλιερουμένων ὑφ’ ἑαυτοῦ ἱερῶν, προτρεπόμενος δὲ διὰ τῆς τοιαύτης φιλοδοξία[ς]
[π]ρὸς ἄσκησιν καὶ φιλοπονίαν τοὺς νέους, ἐξ ὧν αἱ τῶν νεωτέρων ψυχαὶ πρὸς ἀνδρείαν ἁμιλλώμε-
ν̣αι καλῶς ἄγονται τοῖς ἤθεσιν πρὸς ἀρετήν, μετεδίδου δὲ τοῖς ἀλειφομένοις τῶν ἱερῶν
[τ]ῶν ἀπὸ τοῦ ἀλείμματος εἰς οἶκον, κοινὴν ποιούμενος τὴν φιλανθρωπίαν καὶ τοῖς ξένο̣[ις]
[τ]οῖς μετέχουσι τοῦ ἀλείμματος, προσηνέχθη δὲ φιλανθρώπως καὶ τοῖς τὰς ἀκροάσει[ς]
75 ποιησαμένοις πᾶσιν, βουλόμενος καὶ ἐν τούτοις διὰ τῶν πεπαιδευμένων τὸ ἔνδοξον π̣[ε]-
ριτιθέναι τῆι πατρίδι, ἐπεμελήθη δὲ καὶ τῆς τῶν ἐφήβων καὶ νέων παιδείας τῆς τε λοιπῆ[ς]
εὐσχημοσύνης τῆς κατὰ τὸ γυμνάσιον προενοήθη, ἐχορήγησεν δὲ καὶ ξύστρας καὶ ἐπα-
λείμματα ἔθηκεν, συνετέλεσεν δὲ καὶ ἀγῶνα τῶι Ἑρμεῖ καὶ Ἡρακλεῖ ἐν τῶι Ὑπερβερεταίωι μ[ηνί],
τιθεὶς ἆθλα πάντων τῶν ἀθλημάτων τοῖς τε νέοις καὶ τοῖς ἐφήβοις ὅπλα ἐπίσημα ἐνδεδεμένα̣
80 ἐν ὁπλοθήκαις, ἐφ’ ἃ ἐπιγράψας τοὺς νικήσαντας τὴν ἀνάθεσιν αὐτῶν παραχρῆμα ἐν τῶι γυ-
μνασίωι ἐποιήσατο, ἔθηκεν δὲ καὶ δευτερεῖα θέματα, ἔθηκεν δὲ καὶ παισὶν ἆθλα καὶ ὁπλομαχία[ς]
θέματα ἐφήβοις τε καὶ ἀνδράσιν, ὁμοίως δὲ καὶ διατοξείας καὶ διακοντισμοῦ· v ἔθηκεν δὲ κα[ὶ]
ὅ̣πλα μακροῦ δρόμου καὶ εὐταξίας καὶ φιλοπονίας καὶ εὐεξίας, συντελέσας δὲ καὶ θυσίαν τοῖς
προγεγραμμένοις θεοῖς καὶ κατατροχάσας τὴν εὐανδρίαν κατὰ τὸν νόμον, ἐκάλεσεν ἐπὶ τὰ̣
85 ἱερὰ τοὺς ἀλειφομένους πάντας καὶ τοὺς ξένους τοὺς μετέχοντας τῶν κοινῶν, λαμπρὰν
ποιησάμενος τὴν ὑποδοχὴν καὶ ἀξίαν τῶν θεῶν καὶ τοῦ δήμου· vv ἵνα οὖν καὶ ὁ δῆμος φαί-
νηται τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν τιμῶν καὶ τοὺς ἀπὸ τῆς πρώτης ἡλικίας φιλοτί̣-
μους γινομένους περὶ τὰ κοινὰ καὶ φιλοδοξεῖν προαιρουμένους ἀποδεχόμενος καὶ ἐν χάριτος
[ἀ]π̣οδόσει μὴ λείπηται, v θεωροῦντές τε καὶ οἱ λοιποὶ τὰς περιγινομένας τιμὰς ἐκ τοῦ δήμου
90 τοῖς καλοῖς καὶ ἀγαθοῖς, ζηλωταὶ μὲν τῶν καλλίστων γίνωνται, προτρέπωνται δὲ πρὸς ἀρετήν̣,
ἐ̣παύξηται δὲ τὰ κοινὰ παρορμωμένων πάντων πρὸς τὸ φιλοδοξεῖν καὶ περιποιούντων ἀεί τι τῆι̣
πατρίδι τῶν καλῶν· v τύχηι τῆι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπῃνῆσθαι Μηνᾶν
Μένητος ἐπί τε τοῖς προγεγραμμένοις πᾶσιν καὶ ἐφ’ ἧι ἔχων εὐνοίαι διατελεῖ πρὸς τὸν δῆμον,
συνκεχωρῆσθαι δὲ αὐτῶι καὶ τὴν τῶν ὅπλων ἀνάθεσιν ἐπιτελέσαι ποιουμένωι τὰς ἐπιγραφὰς καὶ
95 ὅτι ἐστεφάνωται ὑπό τε τῶν ἐφήβων καὶ τῶν νέων, στεφανοῦσθαι δὲ αὐτὸν καὶ ὑπὸ τοῦ δήμου ἀνὰ πᾶ[ν]
ἔ̣τος τῆς πανηγύρεως ἐν τῶι γυμνικῶι ἀγῶνι χρυσῶι στεφάνωι, τὴν ἀναγόρευσιν τοῦ κήρυκος̣
ποιουμένου κατὰ τάδε· ὁ δῆμος στεφανοῖ Μηνᾶν Μένητος γυμνασιαρχήσαντα δὶς καλῶς κα̣[ὶ]
φιλοδόξως ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν. vv στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν̣
[ἐ]ν τῶι γυμνασίωι, ἐφ’ ἧς ἐπιγραφήσεται· ὁ δῆμος καὶ οἱ νέοι Μηνᾶν Μένητος γυμνασιαρχήσαν̣-
100 [τ]α δὶς καλῶς καὶ φιλοδόξως καὶ ἀγαθὸν ἄνδρα γεγονότα περὶ τὸν δῆμον. καλεῖσθαι δὲ αὐ-
[τ]ὸν καὶ ἐκγόνους εἰς προεδρίαν ἐν π̣ᾶσι τοῖς ἀγῶσιν, οἷς ἂν ἐπιτελῆι ὁ δῆμος, ποιεῖσθαι δὲ
τοῦ στεφάνου τὴν ἀνάρρησιν τὸν κατ’ ἐνιαυτὸν γινόμενον {ον} ἀγωνοθέτην. vv ἐπεὶ δὲ
β̣ουλόμενος διὰ τὴν ὑπάρχουσαν περὶ τὰ κοινὰ στενοχωρίαν χαρίζεσθαι καὶ ἐν τούτοις̣
τῆι πόλει ἀναδέχεται ἐκ τῶν ἰδίων τὸ ἀνήλωμα τὸ εἰς τὸν ἀνδριάντα, προνοηθήτωι
105 ἵνα ὡς κάλλιστος σταθῆι, ἀναγραψάτωι δὲ καὶ εἰς στήλην λευκοῦ λίθου τόδε τὸ ψήφισ̣-
μα καὶ στησάτωι εἰς τὸ γυμνάσιον.
Search Help
Contact Us