[ ]
Thr. Chersonesos — Sestos (Akbaş): Yalova — 133-120 BC — Dumont-Homolle (1892) 451,111c(7) — OGIS 339
1 | [ἐπὶ ἱ]ε̣ρ[έ]ως Γλαυκίου̣ [το]ῦ Κιλλαίου, μηνὸς Ὑπ[ερβερεταίου — — — ἔδοξε τῆι] |
[βο]υλῆι καὶ τ̣ῶι δήμωι, Μένανδρος Ἀπολλᾶ εἶπεν̣· ἐ[πειδὴ Μηνᾶς Μένητος] ὑπ̣[άρχει ἐκ τῆς] | |
[π]ρώτης ἡλικίας κάλλιστον ἡγησάμενος εἶναι τὸ [τῆι πατρ]ίδι χρήσι[μο]ν ἑα[υτὸν] | |
[π]αρέχεσθαι, οὔτε δαπάνης καὶ χορηγίας οὐδεμιᾶς φειδόμενος, οὔτε κακοπαθία[ν] | |
5 | [κ]αὶ κίνδυνον ἐκκλίνων οὔτε τὴν ἀπαντωμένην καταφθορὰν τῶν ἰδίων τοῖς ὑπὲρ |
τῆς πόλεως πρεσβεύουσιν ὑπολογιζόμενος, πάντα δὲ ταῦθ’ ἡγούμενος δεύτερα καὶ | |
πρὸ πλείστου θέμενος τὸ πρὸς τὴν πατρίδα γνήσιον καὶ ἐκτενές, βουλόμενός τε τῶι | |
μὲν δήμωι διὰ τῆς ἰδίας σπουδῆς ἀεί τι τῶν χρησίμων κατασκευάζειν, ἑαυτῶι δὲ | |
καὶ τοῖς ἐξ ἑαυτοῦ διὰ τῆς ἀπαντωμένης ἐκ τοῦ πλήθους εὐχαριστίας δόξαν ἀίμνησ- | |
10 | τον περιποεῖν, v πολλὰς μὲν πρεσβείας ἐπιτελ̣έ̣σ̣α̣ς̣ [π]ρ̣ὸ̣ς̣ τοὺς βασιλεῖς, ἐν αἷς πάντα |
τὰ συνφέροντα κατηργάσατο μετὰ τῶν συμπρεσβευτῶν τῶι δήμωι, τάς τ’ ἐνχειρι[σ]- | |
θείσας ἑαυτῶι πίστεις ὁσίως διεφύλαξεν, πραγματευθεὶς δὲ καὶ παρὰ Στράτωνι τῶ[ι] | |
σ̣τρατηγῶι τῆς Χερρονήσου καὶ τῶν κατὰ τὴν Θράικην τόπων καὶ τῆς καλλίστης̣ | |
ὑ̣ποδοχῆς ἀξιούμενος παρ’ αὐτῶι διὰ τὴν ἐν τοῖς πιστευομένοις καθαρειότητα ἐ- | |
15 | κεῖνόν τε παρείστατο χρήσιμον γείνεσθαι τῆι πόλει, αὐτός τε πᾶσι τοῖς πολίταις |
ἐκτενῶς προσηνέχθη, τῶν τε βασιλέων εἰς θεοὺς μεταστάντων καὶ τῆς π̣όλεω[ς] | |
[ἐ]ν ἐπικινδύνωι καιρῶι γενομένης διά τε τὸν ἀπὸ τῶν γειτνιώντων Θρᾳκῶν φόβον̣ | |
καὶ τῶν ἄλλων τῶν ἐκ τῆς αἰφνιδίου περιστάσεως ἐπιστάντων χαλεπῶν, Μηνᾶ[ς] | |
καὶ λέγων καὶ πράσσων διετέλει τὰ ἄριστα καὶ κάλλιστα, διδοὺς ἀπροφασίστως ἑ- | |
20 | αυτὸν εἰς πάντα τὰ συνφέροντα τῆι πόλει, τάς τε πρεσβείας ἀνεδέχετο προθύ- |
μως πρός τε τοὺς στρατηγοὺς τοὺς ἀποστελλομένους ὑπὸ Ῥωμαίων εἰς τὴν Ἀ̣- | |
σίαν καὶ τοὺς πεμπομένους πρεσβευτάς, ἐν αἷς ἐν οὐδενὶ καθυστέρησεν ὁ δῆ- | |
μ̣ος, ἀλλὰ πάντα κατῳκονομήσατο διὰ τῆς τῶν πρεσβευόντων κακοπαθίας, | |
πρὸς οὕς τε ἐπρέσβευσεν δήμους ἐν καιροῖς ἀναγκαίοις τὰ λυσιτελῆ τῆι πατρίδι με- | |
25 | τ̣ὰ τῶν συνπρεσβευτῶν κατεσκεύασεν· vv ἔν τε ταῖς πολεμικαῖς περιστάσε- |
σιν ἀνὴρ ἀγαθὸς ὢν διατετέλεκεν περὶ τὸν δῆμον· vv ἱερεύς τε ἀποδειχθεὶς το[ῦ] | |
βασιλέως Ἀττάλου ἀξίως ἀνεστράφη τοῦ δήμου, πᾶσαν ὑπομείνας φιλαγάθω[ς] | |
τὴν ἐν τοῖς δαπανωμένοις χορηγίαν, ἐπιστραφεὶς οὐ μόνον τῶν πολιτῶν [καὶ] | |
τ̣ῶν ἄλλων τῶν κατοικούντων τὴν πόλιν, ἀλλὰ καὶ τῶν παρεπιδημούντω[ν] | |
30 | ξένων, περιτιθεὶς τὴν ἐκ τῶν ξένων εὐφημίαν τῆι πατρίδι· vvv γυμνασί- |
αρχός τε αἱρεθεὶς τῆς τε εὐταξίας τῶν ἐφήβων καὶ τῶν νέων προενοήθη̣, | |
τῆς τε ἄλλης εὐσχημοσύνης τῆς κατὰ τὸ γυμνάσιον ἀντελάβετο καλῶς κα̣[ὶ] | |
φ̣ιλοτίμως, vvv κατεσκεύασεν δὲ τόν τε λουτρῶνα καὶ τὸν ἐφ̣[ε]- | |
ξῆς οἶκον, ἀνέθηκεν δὲ καὶ ἄγαλμα λευκοῦ λίθου, τά τε ἐλλείποντα καὶ ὄντα ἀ- | |
35 | ναγκαῖα προσκατεσκεύασεν· v ἔν τε τοῖς γενεθλίοις τοῦ βασιλέως καθ’ ἕκαστον |
μ̣ῆνα θυσιάζων ὑπὲρ τοῦ δήμου, διαδρομὰς ἐτίθει τοῖς τε ἐφήβοις καὶ τοῖς | |
νέοις, συνετέλει δὲ καὶ ἀκοντισμοὺς καὶ τοξείας, ἐτίθει δὲ καὶ ἐπαλείμ- | |
ματα διὰ τῆς ἑαυτοῦ φιλοδοξίας, προτρεπόμενος εἰς ἄσκησιν καὶ φιλο̣- | |
πονίαν τοὺς νέους, ἀνθ’ ὧν ὁ δήμος, ἀποδεχόμενος αὐτοῦ τὸ φιλόσπουδον καὶ̣ | |
40 | ἐκτενές, συνεχώρησεν μὲν αὐτῶι τὰς ἐπιγραφάς, ἠξίωσεν δὲ ἐπαίνου διὰ |
τῶν ψηφισμάτων, οἵ τε ἔφηβοι καὶ οἱ νέοι ἐστεφάνωσαν αὐτόν τε καὶ τὸν | |
ἐ̣φήβαρχον, ὧν ἀποδεξάμενος τὴν τιμὴν τῆς δαπάνης αὐτοὺς παρέλυσεν, τὰς | |
δὲ τῶν ὅπλων ἀναθέσεις ἐκ τῶν ἰδίων ἐποιήσατο· v τοῦ τε δήμου προελομέ̣- | |
ν̣ου νομίσματι χαλκίνῳ χρῆσθαι ἰδίωι χάριν τοῦ νομειτεύεσθαι μὲν τὸν τῆς π[ό]- | |
45 | [λ]εως χαρακτῆρα, τὸ δὲ λυσιτελὲς τὸ περιγεινόμενον ἐκ τῆς τοιαύτης προσόδου̣ |
λαμβάνειν τὸν δῆμον, καὶ προχειρισαμένου τοὺς τὴν πίστιν εὐσεβῶς τε καὶ | |
δ̣ικαίως τηρήσοντας, vv Μηνᾶς αἱρεθεὶς μετὰ τοῦ συναποδειχθέντος τὴν κα- | |
θ̣ήκουσαν εἰσηνέγκατο ἐπιμέλειαν, ἐξ ὧν ὁ δῆμος διὰ τὴν τῶν ἀνδρῶν δι- | |
κ̣αιοσύνην τε καὶ φιλοτιμίαν χρῆται τῶι ἰδίωι νομίσματι, ἔν τε ταῖς ἄλλαις ἀ[ρ]- | |
50 | χαῖς καὶ λειτουργίαις, εἰς ἃς ὁ δῆμος αὐτὸν προκεχείρισται, ἴσον ἑαυτὸν καὶ δί- |
καιον παρείσχηται, βουλόμενος στοιχεῖν τοῖς ὑφ’ ἑαυτοῦ πρασσομένοις καὶ κα- | |
τ̣ὰ μηθὲν ἐνλείπειν τῆι πρὸς τὸ πλῆθος εὐνοίαι, φυλάσσειν δὲ ὀρθῶς καὶ δι- | |
καίως τὰς ἐνχειριζομένας αὐτῶι πίστεις· vvv τό τε δεύτερον παρακλη- | |
θεὶς γυμνασιαρχῆσαι ὑπέμεινεν ἐν καιροῖς δυσκόλοις, τεθλειμμένων ἡμ[ῶν] | |
55 | ἐ̣ξ ἐτῶν πλειόνων διά τε τὰς Θραικίους ἐπιδρομὰς καὶ τοὺς περιστάντας τὴν |
πόλιν πολέμους, ἐν οἷς ἀπήχθη μὲν τὰ ἀπὸ τῶν ἀγρῶν πάντα, ἄσπορος δὲ ἡ πλε[ίσ]- | |
τη χώρα ἐγένετο· αἵ τ’ ἐπιγενόμεναι κατὰ τὸ συνεχὲς ἀφορίαι τοῦ σίτου εἰς ἀπορί- | |
αν κατὰ κοινόν τε τὸν δῆμον ἤγαγον, καθ’ ἰδίαν τε ἕκαστον τῶν πολιτῶν· v ἔν[θα] | |
κ̣αὶ Μηνᾶς ἐν πολλοῖς τεθλειμμένος, πάντα δὲ ταῦτα παραιτησάμενος τῶι θεω- | |
60 | [ρ]εῖν τὸν δῆμον εὐχάριστον ὄντα καὶ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας ἐπιστάμενον |
[ὑ]περέθετο ἑαυτὸν ταῖς τε δαπάναις καὶ τῆι λοιπῆι φιλοδοξίαι· εἰσελθὼν γὰρ εἰς | |
τ̣ὴν ἀρχὴν τῆι νουμηνίαι, συνετέλεσεν μὲν θυσίας τῶι τε Ἑρμεῖ καὶ τῶι Ἡρακλε̣[ῖ] | |
τ̣οῖς καθιδρυμένοις ἐν τῶι γυμνασίωι θεοῖς, ὑπὲρ τῆς τοῦ δήμου καὶ τῆς τῶν νέων σωτη- | |
ρίας, ἐπετέλεσεν δὲ καὶ διαδρομὰς καὶ θέσεις ἀκοντισμοῦ καὶ τοξείας, τῆι δ̣ὲ ἐχομ[έ]- | |
65 | νηι καλλιερήσας ἐκάλεσεν ἐπὶ τὰ ἱερὰ οὐ μόνον τοὺς μετέχοντας τοῦ ἀλείμματος, |
ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας, ποιούμενος τὴν μετάδοσιν τῶν ἱερῶν καὶ τοῖς ξέ- | |
νοις· v καθ’ ἕκαστόν τε μῆνα ἐπιτελῶν τὰς πρεπούσας θυσίας ὑπὲρ τῶν νέων τοῖς | |
π̣ροεστηκόσιν τοῦ γυμνασίου θεοῖς φιλαγάθως καὶ μεγαλομερῶς ἐχρῆτο, τιθεὶς ἀ- | |
κ̣οντισμούς τε καὶ τοξείας καὶ διαδρομὰς ἐπιτελῶν, μεταδιδοὺς μὲν τοῖς νέοις τῶν | |
70 | κ̣αλλιερουμένων ὑφ’ ἑαυτοῦ ἱερῶν, προτρεπόμενος δὲ διὰ τῆς τοιαύτης φιλοδοξία[ς] |
[π]ρὸς ἄσκησιν καὶ φιλοπονίαν τοὺς νέους, ἐξ ὧν αἱ τῶν νεωτέρων ψυχαὶ πρὸς ἀνδρείαν ἁμιλλώμε- | |
ν̣αι καλῶς ἄγονται τοῖς ἤθεσιν πρὸς ἀρετήν, μετεδίδου δὲ τοῖς ἀλειφομένοις τῶν ἱερῶν | |
[τ]ῶν ἀπὸ τοῦ ἀλείμματος εἰς οἶκον, κοινὴν ποιούμενος τὴν φιλανθρωπίαν καὶ τοῖς ξένο̣[ις] | |
[τ]οῖς μετέχουσι τοῦ ἀλείμματος, προσηνέχθη δὲ φιλανθρώπως καὶ τοῖς τὰς ἀκροάσει[ς] | |
75 | ποιησαμένοις πᾶσιν, βουλόμενος καὶ ἐν τούτοις διὰ τῶν πεπαιδευμένων τὸ ἔνδοξον π̣[ε]- |
ριτιθέναι τῆι πατρίδι, ἐπεμελήθη δὲ καὶ τῆς τῶν ἐφήβων καὶ νέων παιδείας τῆς τε λοιπῆ[ς] | |
εὐσχημοσύνης τῆς κατὰ τὸ γυμνάσιον προενοήθη, ἐχορήγησεν δὲ καὶ ξύστρας καὶ ἐπα- | |
λείμματα ἔθηκεν, συνετέλεσεν δὲ καὶ ἀγῶνα τῶι Ἑρμεῖ καὶ Ἡρακλεῖ ἐν τῶι Ὑπερβερεταίωι μ[ηνί], | |
τιθεὶς ἆθλα πάντων τῶν ἀθλημάτων τοῖς τε νέοις καὶ τοῖς ἐφήβοις ὅπλα ἐπίσημα ἐνδεδεμένα̣ | |
80 | ἐν ὁπλοθήκαις, ἐφ’ ἃ ἐπιγράψας τοὺς νικήσαντας τὴν ἀνάθεσιν αὐτῶν παραχρῆμα ἐν τῶι γυ- |
μνασίωι ἐποιήσατο, ἔθηκεν δὲ καὶ δευτερεῖα θέματα, ἔθηκεν δὲ καὶ παισὶν ἆθλα καὶ ὁπλομαχία[ς] | |
θέματα ἐφήβοις τε καὶ ἀνδράσιν, ὁμοίως δὲ καὶ διατοξείας καὶ διακοντισμοῦ· v ἔθηκεν δὲ κα[ὶ] | |
ὅ̣πλα μακροῦ δρόμου καὶ εὐταξίας καὶ φιλοπονίας καὶ εὐεξίας, συντελέσας δὲ καὶ θυσίαν τοῖς | |
προγεγραμμένοις θεοῖς καὶ κατατροχάσας τὴν εὐανδρίαν κατὰ τὸν νόμον, ἐκάλεσεν ἐπὶ τὰ̣ | |
85 | ἱερὰ τοὺς ἀλειφομένους πάντας καὶ τοὺς ξένους τοὺς μετέχοντας τῶν κοινῶν, λαμπρὰν |
ποιησάμενος τὴν ὑποδοχὴν καὶ ἀξίαν τῶν θεῶν καὶ τοῦ δήμου· vv ἵνα οὖν καὶ ὁ δῆμος φαί- | |
νηται τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν τιμῶν καὶ τοὺς ἀπὸ τῆς πρώτης ἡλικίας φιλοτί̣- | |
μους γινομένους περὶ τὰ κοινὰ καὶ φιλοδοξεῖν προαιρουμένους ἀποδεχόμενος καὶ ἐν χάριτος | |
[ἀ]π̣οδόσει μὴ λείπηται, v θεωροῦντές τε καὶ οἱ λοιποὶ τὰς περιγινομένας τιμὰς ἐκ τοῦ δήμου | |
90 | τοῖς καλοῖς καὶ ἀγαθοῖς, ζηλωταὶ μὲν τῶν καλλίστων γίνωνται, προτρέπωνται δὲ πρὸς ἀρετήν̣, |
ἐ̣παύξηται δὲ τὰ κοινὰ παρορμωμένων πάντων πρὸς τὸ φιλοδοξεῖν καὶ περιποιούντων ἀεί τι τῆι̣ | |
πατρίδι τῶν καλῶν· v τύχηι τῆι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπῃνῆσθαι Μηνᾶν | |
Μένητος ἐπί τε τοῖς προγεγραμμένοις πᾶσιν καὶ ἐφ’ ἧι ἔχων εὐνοίαι διατελεῖ πρὸς τὸν δῆμον, | |
συνκεχωρῆσθαι δὲ αὐτῶι καὶ τὴν τῶν ὅπλων ἀνάθεσιν ἐπιτελέσαι ποιουμένωι τὰς ἐπιγραφὰς καὶ | |
95 | ὅτι ἐστεφάνωται ὑπό τε τῶν ἐφήβων καὶ τῶν νέων, στεφανοῦσθαι δὲ αὐτὸν καὶ ὑπὸ τοῦ δήμου ἀνὰ πᾶ[ν] |
ἔ̣τος τῆς πανηγύρεως ἐν τῶι γυμνικῶι ἀγῶνι χρυσῶι στεφάνωι, τὴν ἀναγόρευσιν τοῦ κήρυκος̣ | |
ποιουμένου κατὰ τάδε· ὁ δῆμος στεφανοῖ Μηνᾶν Μένητος γυμνασιαρχήσαντα δὶς καλῶς κα̣[ὶ] | |
φιλοδόξως ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν. vv στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν̣ | |
[ἐ]ν τῶι γυμνασίωι, ἐφ’ ἧς ἐπιγραφήσεται· ὁ δῆμος καὶ οἱ νέοι Μηνᾶν Μένητος γυμνασιαρχήσαν̣- | |
100 | [τ]α δὶς καλῶς καὶ φιλοδόξως καὶ ἀγαθὸν ἄνδρα γεγονότα περὶ τὸν δῆμον. καλεῖσθαι δὲ αὐ- |
[τ]ὸν καὶ ἐκγόνους εἰς προεδρίαν ἐν π̣ᾶσι τοῖς ἀγῶσιν, οἷς ἂν ἐπιτελῆι ὁ δῆμος, ποιεῖσθαι δὲ | |
τοῦ στεφάνου τὴν ἀνάρρησιν τὸν κατ’ ἐνιαυτὸν γινόμενον {ον} ἀγωνοθέτην. vv ἐπεὶ δὲ | |
β̣ουλόμενος διὰ τὴν ὑπάρχουσαν περὶ τὰ κοινὰ στενοχωρίαν χαρίζεσθαι καὶ ἐν τούτοις̣ | |
τῆι πόλει ἀναδέχεται ἐκ τῶν ἰδίων τὸ ἀνήλωμα τὸ εἰς τὸν ἀνδριάντα, προνοηθήτωι | |
105 | ἵνα ὡς κάλλιστος σταθῆι, ἀναγραψάτωι δὲ καὶ εἰς στήλην λευκοῦ λίθου τόδε τὸ ψήφισ̣- |
μα καὶ στησάτωι εἰς τὸ γυμνάσιον. |