[ ]
Thr. Chersonesos — Sestos (Akbaş): Yalova — 133-120 BC — Dumont-Homolle (1892) 451,111c(7) — OGIS 339
| 1 | [ἐπὶ ἱ]ε̣ρ[έ]ως Γλαυκίου̣ [το]ῦ Κιλλαίου, μηνὸς Ὑπ[ερβερεταίου — — — ἔδοξε τῆι] |
| [βο]υλῆι καὶ τ̣ῶι δήμωι, Μένανδρος Ἀπολλᾶ εἶπεν̣· ἐ[πειδὴ Μηνᾶς Μένητος] ὑπ̣[άρχει ἐκ τῆς] | |
| [π]ρώτης ἡλικίας κάλλιστον ἡγησάμενος εἶναι τὸ [τῆι πατρ]ίδι χρήσι[μο]ν ἑα[υτὸν] | |
| [π]αρέχεσθαι, οὔτε δαπάνης καὶ χορηγίας οὐδεμιᾶς φειδόμενος, οὔτε κακοπαθία[ν] | |
| 5 | [κ]αὶ κίνδυνον ἐκκλίνων οὔτε τὴν ἀπαντωμένην καταφθορὰν τῶν ἰδίων τοῖς ὑπὲρ |
| τῆς πόλεως πρεσβεύουσιν ὑπολογιζόμενος, πάντα δὲ ταῦθ’ ἡγούμενος δεύτερα καὶ | |
| πρὸ πλείστου θέμενος τὸ πρὸς τὴν πατρίδα γνήσιον καὶ ἐκτενές, βουλόμενός τε τῶι | |
| μὲν δήμωι διὰ τῆς ἰδίας σπουδῆς ἀεί τι τῶν χρησίμων κατασκευάζειν, ἑαυτῶι δὲ | |
| καὶ τοῖς ἐξ ἑαυτοῦ διὰ τῆς ἀπαντωμένης ἐκ τοῦ πλήθους εὐχαριστίας δόξαν ἀίμνησ- | |
| 10 | τον περιποεῖν, v πολλὰς μὲν πρεσβείας ἐπιτελ̣έ̣σ̣α̣ς̣ [π]ρ̣ὸ̣ς̣ τοὺς βασιλεῖς, ἐν αἷς πάντα |
| τὰ συνφέροντα κατηργάσατο μετὰ τῶν συμπρεσβευτῶν τῶι δήμωι, τάς τ’ ἐνχειρι[σ]- | |
| θείσας ἑαυτῶι πίστεις ὁσίως διεφύλαξεν, πραγματευθεὶς δὲ καὶ παρὰ Στράτωνι τῶ[ι] | |
| σ̣τρατηγῶι τῆς Χερρονήσου καὶ τῶν κατὰ τὴν Θράικην τόπων καὶ τῆς καλλίστης̣ | |
| ὑ̣ποδοχῆς ἀξιούμενος παρ’ αὐτῶι διὰ τὴν ἐν τοῖς πιστευομένοις καθαρειότητα ἐ- | |
| 15 | κεῖνόν τε παρείστατο χρήσιμον γείνεσθαι τῆι πόλει, αὐτός τε πᾶσι τοῖς πολίταις |
| ἐκτενῶς προσηνέχθη, τῶν τε βασιλέων εἰς θεοὺς μεταστάντων καὶ τῆς π̣όλεω[ς] | |
| [ἐ]ν ἐπικινδύνωι καιρῶι γενομένης διά τε τὸν ἀπὸ τῶν γειτνιώντων Θρᾳκῶν φόβον̣ | |
| καὶ τῶν ἄλλων τῶν ἐκ τῆς αἰφνιδίου περιστάσεως ἐπιστάντων χαλεπῶν, Μηνᾶ[ς] | |
| καὶ λέγων καὶ πράσσων διετέλει τὰ ἄριστα καὶ κάλλιστα, διδοὺς ἀπροφασίστως ἑ- | |
| 20 | αυτὸν εἰς πάντα τὰ συνφέροντα τῆι πόλει, τάς τε πρεσβείας ἀνεδέχετο προθύ- |
| μως πρός τε τοὺς στρατηγοὺς τοὺς ἀποστελλομένους ὑπὸ Ῥωμαίων εἰς τὴν Ἀ̣- | |
| σίαν καὶ τοὺς πεμπομένους πρεσβευτάς, ἐν αἷς ἐν οὐδενὶ καθυστέρησεν ὁ δῆ- | |
| μ̣ος, ἀλλὰ πάντα κατῳκονομήσατο διὰ τῆς τῶν πρεσβευόντων κακοπαθίας, | |
| πρὸς οὕς τε ἐπρέσβευσεν δήμους ἐν καιροῖς ἀναγκαίοις τὰ λυσιτελῆ τῆι πατρίδι με- | |
| 25 | τ̣ὰ τῶν συνπρεσβευτῶν κατεσκεύασεν· vv ἔν τε ταῖς πολεμικαῖς περιστάσε- |
| σιν ἀνὴρ ἀγαθὸς ὢν διατετέλεκεν περὶ τὸν δῆμον· vv ἱερεύς τε ἀποδειχθεὶς το[ῦ] | |
| βασιλέως Ἀττάλου ἀξίως ἀνεστράφη τοῦ δήμου, πᾶσαν ὑπομείνας φιλαγάθω[ς] | |
| τὴν ἐν τοῖς δαπανωμένοις χορηγίαν, ἐπιστραφεὶς οὐ μόνον τῶν πολιτῶν [καὶ] | |
| τ̣ῶν ἄλλων τῶν κατοικούντων τὴν πόλιν, ἀλλὰ καὶ τῶν παρεπιδημούντω[ν] | |
| 30 | ξένων, περιτιθεὶς τὴν ἐκ τῶν ξένων εὐφημίαν τῆι πατρίδι· vvv γυμνασί- |
| αρχός τε αἱρεθεὶς τῆς τε εὐταξίας τῶν ἐφήβων καὶ τῶν νέων προενοήθη̣, | |
| τῆς τε ἄλλης εὐσχημοσύνης τῆς κατὰ τὸ γυμνάσιον ἀντελάβετο καλῶς κα̣[ὶ] | |
| φ̣ιλοτίμως, vvv κατεσκεύασεν δὲ τόν τε λουτρῶνα καὶ τὸν ἐφ̣[ε]- | |
| ξῆς οἶκον, ἀνέθηκεν δὲ καὶ ἄγαλμα λευκοῦ λίθου, τά τε ἐλλείποντα καὶ ὄντα ἀ- | |
| 35 | ναγκαῖα προσκατεσκεύασεν· v ἔν τε τοῖς γενεθλίοις τοῦ βασιλέως καθ’ ἕκαστον |
| μ̣ῆνα θυσιάζων ὑπὲρ τοῦ δήμου, διαδρομὰς ἐτίθει τοῖς τε ἐφήβοις καὶ τοῖς | |
| νέοις, συνετέλει δὲ καὶ ἀκοντισμοὺς καὶ τοξείας, ἐτίθει δὲ καὶ ἐπαλείμ- | |
| ματα διὰ τῆς ἑαυτοῦ φιλοδοξίας, προτρεπόμενος εἰς ἄσκησιν καὶ φιλο̣- | |
| πονίαν τοὺς νέους, ἀνθ’ ὧν ὁ δῆμος, ἀποδεχόμενος αὐτοῦ τὸ φιλόσπουδον καὶ̣ | |
| 40 | ἐκτενές, συνεχώρησεν μὲν αὐτῶι τὰς ἐπιγραφάς, ἠξίωσεν δὲ ἐπαίνου διὰ |
| τῶν ψηφισμάτων, οἵ τε ἔφηβοι καὶ οἱ νέοι ἐστεφάνωσαν αὐτόν τε καὶ τὸν | |
| ἐ̣φήβαρχον, ὧν ἀποδεξάμενος τὴν τιμὴν τῆς δαπάνης αὐτοὺς παρέλυσεν, τὰς | |
| δὲ τῶν ὅπλων ἀναθέσεις ἐκ τῶν ἰδίων ἐποιήσατο· v τοῦ τε δήμου προελομέ̣- | |
| ν̣ου νομίσματι χαλκίνῳ χρῆσθαι ἰδίωι χάριν τοῦ νομειτεύεσθαι μὲν τὸν τῆς π[ό]- | |
| 45 | [λ]εως χαρακτῆρα, τὸ δὲ λυσιτελὲς τὸ περιγεινόμενον ἐκ τῆς τοιαύτης προσόδου̣ |
| λαμβάνειν τὸν δῆμον, καὶ προχειρισαμένου τοὺς τὴν πίστιν εὐσεβῶς τε καὶ | |
| δ̣ικαίως τηρήσοντας, vv Μηνᾶς αἱρεθεὶς μετὰ τοῦ συναποδειχθέντος τὴν κα- | |
| θ̣ήκουσαν εἰσηνέγκατο ἐπιμέλειαν, ἐξ ὧν ὁ δῆμος διὰ τὴν τῶν ἀνδρῶν δι- | |
| κ̣αιοσύνην τε καὶ φιλοτιμίαν χρῆται τῶι ἰδίωι νομίσματι, ἔν τε ταῖς ἄλλαις ἀ[ρ]- | |
| 50 | χαῖς καὶ λειτουργίαις, εἰς ἃς ὁ δῆμος αὐτὸν προκεχείρισται, ἴσον ἑαυτὸν καὶ δί- |
| καιον παρείσχηται, βουλόμενος στοιχεῖν τοῖς ὑφ’ ἑαυτοῦ πρασσομένοις καὶ κα- | |
| τ̣ὰ μηθὲν ἐνλείπειν τῆι πρὸς τὸ πλῆθος εὐνοίαι, φυλάσσειν δὲ ὀρθῶς καὶ δι- | |
| καίως τὰς ἐνχειριζομένας αὐτῶι πίστεις· vvv τό τε δεύτερον παρακλη- | |
| θεὶς γυμνασιαρχῆσαι ὑπέμεινεν ἐν καιροῖς δυσκόλοις, τεθλειμμένων ἡμ[ῶν] | |
| 55 | ἐ̣ξ ἐτῶν πλειόνων διά τε τὰς Θραικίους ἐπιδρομὰς καὶ τοὺς περιστάντας τὴν |
| πόλιν πολέμους, ἐν οἷς ἀπήχθη μὲν τὰ ἀπὸ τῶν ἀγρῶν πάντα, ἄσπορος δὲ ἡ πλε[ίσ]- | |
| τη χώρα ἐγένετο· αἵ τ’ ἐπιγενόμεναι κατὰ τὸ συνεχὲς ἀφορίαι τοῦ σίτου εἰς ἀπορί- | |
| αν κατὰ κοινόν τε τὸν δῆμον ἤγαγον, καθ’ ἰδίαν τε ἕκαστον τῶν πολιτῶν· v ἔν[θα] | |
| κ̣αὶ Μηνᾶς ἐν πολλοῖς τεθλειμμένος, πάντα δὲ ταῦτα παραιτησάμενος τῶι θεω- | |
| 60 | [ρ]εῖν τὸν δῆμον εὐχάριστον ὄντα καὶ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας ἐπιστάμενον |
| [ὑ]περέθετο ἑαυτὸν ταῖς τε δαπάναις καὶ τῆι λοιπῆι φιλοδοξίαι· εἰσελθὼν γὰρ εἰς | |
| τ̣ὴν ἀρχὴν τῆι νουμηνίαι, συνετέλεσεν μὲν θυσίας τῶι τε Ἑρμεῖ καὶ τῶι Ἡρακλε̣[ῖ] | |
| τ̣οῖς καθιδρυμένοις ἐν τῶι γυμνασίωι θεοῖς, ὑπὲρ τῆς τοῦ δήμου καὶ τῆς τῶν νέων σωτη- | |
| ρίας, ἐπετέλεσεν δὲ καὶ διαδρομὰς καὶ θέσεις ἀκοντισμοῦ καὶ τοξείας, τῆι δ̣ὲ ἐχομ[έ]- | |
| 65 | νηι καλλιερήσας ἐκάλεσεν ἐπὶ τὰ ἱερὰ οὐ μόνον τοὺς μετέχοντας τοῦ ἀλείμματος, |
| ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας, ποιούμενος τὴν μετάδοσιν τῶν ἱερῶν καὶ τοῖς ξέ- | |
| νοις· v καθ’ ἕκαστόν τε μῆνα ἐπιτελῶν τὰς πρεπούσας θυσίας ὑπὲρ τῶν νέων τοῖς | |
| π̣ροεστηκόσιν τοῦ γυμνασίου θεοῖς φιλαγάθως καὶ μεγαλομερῶς ἐχρῆτο, τιθεὶς ἀ- | |
| κ̣οντισμούς τε καὶ τοξείας καὶ διαδρομὰς ἐπιτελῶν, μεταδιδοὺς μὲν τοῖς νέοις τῶν | |
| 70 | κ̣αλλιερουμένων ὑφ’ ἑαυτοῦ ἱερῶν, προτρεπόμενος δὲ διὰ τῆς τοιαύτης φιλοδοξία[ς] |
| [π]ρὸς ἄσκησιν καὶ φιλοπονίαν τοὺς νέους, ἐξ ὧν αἱ τῶν νεωτέρων ψυχαὶ πρὸς ἀνδρείαν ἁμιλλώμε- | |
| ν̣αι καλῶς ἄγονται τοῖς ἤθεσιν πρὸς ἀρετήν, μετεδίδου δὲ τοῖς ἀλειφομένοις τῶν ἱερῶν | |
| [τ]ῶν ἀπὸ τοῦ ἀλείμματος εἰς οἶκον, κοινὴν ποιούμενος τὴν φιλανθρωπίαν καὶ τοῖς ξένο̣[ις] | |
| [τ]οῖς μετέχουσι τοῦ ἀλείμματος, προσηνέχθη δὲ φιλανθρώπως καὶ τοῖς τὰς ἀκροάσει[ς] | |
| 75 | ποιησαμένοις πᾶσιν, βουλόμενος καὶ ἐν τούτοις διὰ τῶν πεπαιδευμένων τὸ ἔνδοξον π̣[ε]- |
| ριτιθέναι τῆι πατρίδι, ἐπεμελήθη δὲ καὶ τῆς τῶν ἐφήβων καὶ νέων παιδείας τῆς τε λοιπῆ[ς] | |
| εὐσχημοσύνης τῆς κατὰ τὸ γυμνάσιον προενοήθη, ἐχορήγησεν δὲ καὶ ξύστρας καὶ ἐπα- | |
| λείμματα ἔθηκεν, συνετέλεσεν δὲ καὶ ἀγῶνα τῶι Ἑρμεῖ καὶ Ἡρακλεῖ ἐν τῶι Ὑπερβερεταίωι μ[ηνί], | |
| τιθεὶς ἆθλα πάντων τῶν ἀθλημάτων τοῖς τε νέοις καὶ τοῖς ἐφήβοις ὅπλα ἐπίσημα ἐνδεδεμένα̣ | |
| 80 | ἐν ὁπλοθήκαις, ἐφ’ ἃ ἐπιγράψας τοὺς νικήσαντας τὴν ἀνάθεσιν αὐτῶν παραχρῆμα ἐν τῶι γυ- |
| μνασίωι ἐποιήσατο, ἔθηκεν δὲ καὶ δευτερεῖα θέματα, ἔθηκεν δὲ καὶ παισὶν ἆθλα καὶ ὁπλομαχία[ς] | |
| θέματα ἐφήβοις τε καὶ ἀνδράσιν, ὁμοίως δὲ καὶ διατοξείας καὶ διακοντισμοῦ· v ἔθηκεν δὲ κα[ὶ] | |
| ὅ̣πλα μακροῦ δρόμου καὶ εὐταξίας καὶ φιλοπονίας καὶ εὐεξίας, συντελέσας δὲ καὶ θυσίαν τοῖς | |
| προγεγραμμένοις θεοῖς καὶ κατατροχάσας τὴν εὐανδρίαν κατὰ τὸν νόμον, ἐκάλεσεν ἐπὶ τὰ̣ | |
| 85 | ἱερὰ τοὺς ἀλειφομένους πάντας καὶ τοὺς ξένους τοὺς μετέχοντας τῶν κοινῶν, λαμπρὰν |
| ποιησάμενος τὴν ὑποδοχὴν καὶ ἀξίαν τῶν θεῶν καὶ τοῦ δήμου· vv ἵνα οὖν καὶ ὁ δῆμος φαί- | |
| νηται τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν τιμῶν καὶ τοὺς ἀπὸ τῆς πρώτης ἡλικίας φιλοτί̣- | |
| μους γινομένους περὶ τὰ κοινὰ καὶ φιλοδοξεῖν προαιρουμένους ἀποδεχόμενος καὶ ἐν χάριτος | |
| [ἀ]π̣οδόσει μὴ λείπηται, v θεωροῦντές τε καὶ οἱ λοιποὶ τὰς περιγινομένας τιμὰς ἐκ τοῦ δήμου | |
| 90 | τοῖς καλοῖς καὶ ἀγαθοῖς, ζηλωταὶ μὲν τῶν καλλίστων γίνωνται, προτρέπωνται δὲ πρὸς ἀρετήν̣, |
| ἐ̣παύξηται δὲ τὰ κοινὰ παρορμωμένων πάντων πρὸς τὸ φιλοδοξεῖν καὶ περιποιούντων ἀεί τι τῆι̣ | |
| πατρίδι τῶν καλῶν· v τύχηι τῆι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπῃνῆσθαι Μηνᾶν | |
| Μένητος ἐπί τε τοῖς προγεγραμμένοις πᾶσιν καὶ ἐφ’ ἧι ἔχων εὐνοίαι διατελεῖ πρὸς τὸν δῆμον, | |
| συνκεχωρῆσθαι δὲ αὐτῶι καὶ τὴν τῶν ὅπλων ἀνάθεσιν ἐπιτελέσαι ποιουμένωι τὰς ἐπιγραφὰς καὶ | |
| 95 | ὅτι ἐστεφάνωται ὑπό τε τῶν ἐφήβων καὶ τῶν νέων, στεφανοῦσθαι δὲ αὐτὸν καὶ ὑπὸ τοῦ δήμου ἀνὰ πᾶ[ν] |
| ἔ̣τος τῆς πανηγύρεως ἐν τῶι γυμνικῶι ἀγῶνι χρυσῶι στεφάνωι, τὴν ἀναγόρευσιν τοῦ κήρυκος̣ | |
| ποιουμένου κατὰ τάδε· ὁ δῆμος στεφανοῖ Μηνᾶν Μένητος γυμνασιαρχήσαντα δὶς καλῶς κα̣[ὶ] | |
| φιλοδόξως ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν. vv στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν̣ | |
| [ἐ]ν τῶι γυμνασίωι, ἐφ’ ἧς ἐπιγραφήσεται· ὁ δῆμος καὶ οἱ νέοι Μηνᾶν Μένητος γυμνασιαρχήσαν̣- | |
| 100 | [τ]α δὶς καλῶς καὶ φιλοδόξως καὶ ἀγαθὸν ἄνδρα γεγονότα περὶ τὸν δῆμον. καλεῖσθαι δὲ αὐ- |
| [τ]ὸν καὶ ἐκγόνους εἰς προεδρίαν ἐν π̣ᾶσι τοῖς ἀγῶσιν, οἷς ἂν ἐπιτελῆι ὁ δῆμος, ποιεῖσθαι δὲ | |
| τοῦ στεφάνου τὴν ἀνάρρησιν τὸν κατ’ ἐνιαυτὸν γινόμενον {ον} ἀγωνοθέτην. vv ἐπεὶ δὲ | |
| β̣ουλόμενος διὰ τὴν ὑπάρχουσαν περὶ τὰ κοινὰ στενοχωρίαν χαρίζεσθαι καὶ ἐν τούτοις̣ | |
| τῆι πόλει ἀναδέχεται ἐκ τῶν ἰδίων τὸ ἀνήλωμα τὸ εἰς τὸν ἀνδριάντα, προνοηθήτωι | |
| 105 | ἵνα ὡς κάλλιστος σταθῆι, ἀναγραψάτωι δὲ καὶ εἰς στήλην λευκοῦ λίθου τόδε τὸ ψήφισ̣- |
| μα καὶ στησάτωι εἰς τὸ γυμνάσιον. |