[ ] Moesia Inferior — Novae (Svishtov) — ca. 250-400 AD — IGBulg II 741
1 Θεοῖς Καταχθονίοις.
χαῖρε, Δρακόντι παΐ· γῆ σοι
  κοῦφος διὰ παντός· |
πέντε τὰς ∙ἱ∙ερὰς κεφαλὰς
5     κατὰ γαῖα κάλυψε, |
Δρακόντιν Νουνέχιν τε
 καὶ Πάκουρον τοὺς φιλαδέλφους |
Ἑρμιόνην τε καὶ Μαματαν
 κασιγνήτοισιν ἅμ’ αὐτοῖς· |
10 θάψε Σαβινιανός τε πατὴρ
 Κορινθίη δέ τε μήτηρ. |
στήλη πενθαλέη αἰώνιον
    μνῆμα βροτοῖσι· |
εἰ μὲν ἐνὶ ζωοῖσι πόθος
15   πέλει, ἔστι κ’ ἐν Ἅδῃ· |
ἔξοχον ἡσυχίην μείνατ’ ἔ-
    χοντες ἐκεῖ· |
ἀρκεῖ γὰρ φιλέειν αὐτοὺς ἐκεῖ,
  τοὺς δ’ ἐνθάδε μεισεῖν· |
20 λείψατ’ ἔτι ζωῖν μεισουμ̣[έ]-
     νους πατράσι.
Search Help