[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 4th/5th c. AD — BCH 36 (1912) 630, 84 — Perinthos-Herakleia 178
   Α  ☧  Ω
1 Αὐρήλιος Δόμνος οὐ̣κοδόμ-
1a                      ος {²⁶οἰκοδόμος}²⁶
2 Ζωτικοῦ Ἡρακλεώτης,
ζῶν καὶ φρονῶν, κατεσ-
κεύασα ἐμαυτῷ τὸ λα-
5 τόμιον καὶ τῇ γλυκυτά-
τῃ μου γυνηκὶ Ἀσκληπι-
οδότῃ καὶ τοῖς κληρονό-
μοις μου· εἰ δέ τις ἕτερον
καταθ<έσθ>αι δώσι τοῖς κλη-
10 ρονόμοις μου προστίμου
ἀργύρου λίτρας τέσαρας·
  χήρετε παροδῖτε.
Search Help
Contact Us