[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 3rd/4th c. AD — Dumont-Homolle (1892) 395,74z(3) — Perinthos-Herakleia 219
1 ἓξ ἐνθάδε κεῖνται παῖδες·
πρωτότοκος Λοῦκις, δισσῷ
κλήρῳ Θεόδοτος, παρθένος
ἡ Δόμνα κλῆρον τρίτον ἐξε-
5 τέλεσσεν, τετράδι Λουκια-
νῇ πέμπτη Ζωὴ συνοδεύ-
ει, ἕκτη Θεοδούλη μετέπι-
τα τέθειται πένθ’ ἐτέων οὖσα κα[ὶ]
δέκα πρὸς τοῖς, παρθένος· ἑβδο-
10 μά̣τη δὲ τεκοῦσα σπεῦσεν ἰδεῖν
παῖδας οὓς αὐτὴ προέπεμψεν·
οἷς πᾶσιν ποίησεν λατόμιν ἐνθά-
δε Λοῦκις τέκνοις ἰδίοισι κα̣ὶ αὐ-
τῷ σὺν Ἀσκληπιοδότῃ ἀλόχῳ.
15 χρειστιανοὶ δὲ πάντες ἔνε-
          σμεν.
Search Help
Contact Us