[ ]
Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 3rd/4th c. AD — Dumont-Homolle (1892) 395,74z(3) — Perinthos-Herakleia 219
| 1 | ἓξ ἐνθάδε κεῖνται παῖδες· |
| πρωτότοκος Λοῦκις, δισσῷ | |
| κλήρῳ Θεόδοτος, παρθένος | |
| ἡ Δόμνα κλῆρον τρίτον ἐξε- | |
| 5 | τέλεσσεν, τετράδι Λουκια- |
| νῇ πέμπτη Ζωὴ συνοδεύ- | |
| ει, ἕκτη Θεοδούλη μετέπι- | |
| τα τέθειται πένθ’ ἐτέων οὖσα κα[ὶ] | |
| δέκα πρὸς τοῖς, παρθένος· ἑβδο- | |
| 10 | μά̣τη δὲ τεκοῦσα σπεῦσεν ἰδεῖν |
| παῖδας οὓς αὐτὴ προέπεμψεν· | |
| οἷς πᾶσιν ποίησεν λατόμιν ἐνθά- | |
| δε Λοῦκις τέκνοις ἰδίοισι κα̣ὶ αὐ- | |
| τῷ σὺν Ἀσκληπιοδότῃ ἀλόχῳ. | |
| 15 | χρειστιανοὶ δὲ πάντες ἔνε- |
| σμεν. |