[ ] Att. — stoich. 23 — 440-425 a.
— — — — — — — — — — — — — — — —
1 ἐᾶν ἀδικε͂ν μέτ̣[ε Ἀ]θ̣έ̣[νεσ]ι̣ [μέτ]-
ε ℎόσες Ἀθεναῖοι κρατο͂σι. ἐ[π]-
ιμέλεσθαι δὲ αὐτο͂ Ἀθένεσι μ-
[ὲ]ν τὸς πρυτάνες καὶ τὲμ βολέ-
5 ν, ἐν δὲ τε͂σι ἄλλεσι πόλεσι ℎο-
ίτινες Ἀθεναίον ἄρχοσι ἐν τ-
ε͂ι ℎυπερορίαι ℎό τι ἂν ℎέκασ-
τοι δυνατοὶ ὀ͂σιν, ℎος ἂμ μὲ ἀδ-
ικο͂νται ∶ ἔδοχσεν τε͂ι βολε͂ι
10 καὶ το͂ι δέμοι· Ἀντιοχὶς ἐπρυ-
τάνευε, Χαροιάδες ἐγραμμάτ-
ευε, ℎεγέσανδρος ἐπεστάτε, Χ-
αιρέστρατος εἶπε· Λεονίδεν
ἐάν τις ἀποκτένει ἐν το͂ν πόλ-
15 εον ℎο͂ν Ἀθεναῖοι κρατο͂σι, τὲ-
ν τιμορίαν ἐ͂ναι καθάπερ ἐάν
τις Ἀθεναίον ἀποθάνει· ἐπαι-
νέσαι δὲ ἀγαθὰ ℎόσα ποιεῖ πε̣-
ρὶ Ἀθεναίος Λεονίδες. περὶ [δ]-
20 ὲ Λεονίδο τὰ ἐφσεφισμένα ἀ[ν]-
αγραφσάτο ℎο γραμματεὺς τε͂-
ς βολε͂ς τέλεσι τοῖς Λεονίδο
ἐν στέλαιν δυοῖν, καὶ τὲν μὲν
ℎετέραν στε͂σαι ἐμ πόλει, τὲν
25 δὲ ℎετέραν ἐν ℎαλικαρνασσο͂-
ι ἐν το͂ι ℎιερο͂ι το͂ Ἀπόλλονος·
ἄνδρα δὲ προσελέσθο Λεονίδ-
ες ℎόστις ἄχσει τὲστέλεν {²⁶τὲν στέλεν}²⁶ καὶ
στέσει.
30             vacat 0.18
Search Help