[ ] Att. — med. s. II p.
1 παραδίδωμι το[ῖς]
καταχθονίοις θ[ε]-
ο[ῖ]ς τοῦτο τὸ ἡρῷο[ν]
φυλάσσειν Πλού-
5 τωνι καὶ Δήμητρι
καὶ Περσεφόνηι
καὶ Ἐρινύσι καὶ πᾶσι
τοῖς καταχθονίοι[ς]
θεοῖς· εἴ τις ἀποκο-
10 σμήσει τοῦτο τὸ ἡρῷ-
ον ἢ ἀποσκουτλώσε[ι]
ἢ εἴ τ[ι κ]αὶ ἕτερον μετα-
κεινήσει ἢ αὐτὸς ἢ
δι’ ἄλλου, τούτῳ μὴ
15 γῆ βατὴ μὴ θάλασσ[α]
πλω[τ]ή, ἀλλὰ ἐκρει-
ζωθ[ή]σετε πανγενε[ί]·
πᾶσι τοῖς κακοῖς πε[ῖ]-
ραν δώσει, καὶ φρεί-
20 κῃ [κ]α[ὶ] πυρετῷ καὶ τε-
τα[ρ]ταίῳ καὶ ἐλέφα[ν]-
τ[ι κ]α[ὶ] ὅσα κ[α]κὰ κ[αὶ πά]-
θη ἀνθρ[ώ]ποι[ς]
[γί]γνεται, ταῦτα ἔ[σ]-
25 τ<ω> τῷ τολμήσαντι
[κ] το[ύ]του τοῦ ἡρῴ-
ο[υ] μετακεινῆσαί τι.
Search Help
Contact Us