[ ] Att. — med. s. II p.
1 Ἀντωνία ἡ καὶ Σωκρατικὴ τῷ γλυκυτάτῳ μου ἀνδρὶ
Ἀντιόχῳ τῷ καὶ Συνεσίῳ ἐποίησα τὸ ἡρῷον τοῦτο
τέλος καμάτων.
παραδίδωμι τοῖς καταχθονίοις θεοῖς τοῦτο τὸ
5 ἡρῷον φυλάσσειν, Πλούτωνι καὶ Δήμητρι καὶ Περσε-
φόνῃ καὶ Ἐριννύσιν καὶ πᾶσιν τοῖς καταχθονίοις
θεοῖς· εἴ τις ἀποκοσμήσει τοῦτο τὸ ἡρῷον ἢ ἀποσκουτλώσει
ἢ εἴ τι καὶ ἕτερον μετακινήσει ἢ αὐτὸς ἢ δι’ ἄλλου,
μὴ γῆ βατὴ μὴ θάλασσα πλωτή, ἀλλὰ ἐκριζωθήσεται
1 παγγενεί· πᾶσι τοῖς κακοῖς πεῖραν δώσει, καὶ φρίκῃ καὶ
πυρετῷ καὶ τεταρτέῳ καὶ ἐλέφαντι καὶ ὅσα κακὰ
καὶ θηρίοις καὶ ἀνθρώποις γίγνετε, ταῦτα γιγνέσθω
τῷ τολμήσαντι ἐκ τούτου τοῦ ἡρῴου μετακινῆ-
5 σαί τι.
Search Help
Contact Us