[ ] Att. — med. s. II p.
1 Ἀντωνία ἡ καὶ Σωκρατικὴ τῷ γλυκυτάτῳ μου ἀνδρὶ
Ἀντιόχῳ τῷ καὶ Συνεσίῳ ἐποίησα τὸ ἡρῷον τοῦτο
τέλος καμάτων.
παραδίδωμι τοῖς καταχθονίοις θεοῖς τοῦτο τὸ
5 ἡρῷον φυλάσσειν, Πλούτωνι καὶ Δήμητρι καὶ Περσε-
φόνῃ καὶ Ἐριννύσιν καὶ πᾶσιν τοῖς καταχθονίοις
θεοῖς· εἴ τις ἀποκοσμήσει τοῦτο τὸ ἡρῷον ἢ ἀποσκουτλώσει
ἢ εἴ τι καὶ ἕτερον μετακινήσει ἢ αὐτὸς ἢ δι’ ἄλλου,
μὴ γῆ βατὴ μὴ θάλασσα πλωτή, ἀλλὰ ἐκριζωθήσεται
10 παγγενεί· πᾶσι τοῖς κακοῖς πεῖραν δώσει, καὶ φρίκῃ καὶ
πυρετῷ καὶ τεταρτέῳ καὶ ἐλέφαντι καὶ ὅσα κακὰ
καὶ θηρίοις καὶ ἀνθρώποις γίγνετε, ταῦτα γιγνέσθω
τῷ τολμήσαντι ἐκ τούτου τοῦ ἡρῴου μετακινῆ-
σαί τι.
Search Help
Contact Us